1
και προσεθετο οργη κυριου εκκαηναι εν ισραηλ και επεσεισεν τον δαυιδ εν αυτοις λεγων βαδιζε αριθμησον τον ισραηλ και τον ιουδα
2
και ειπεν ο βασιλευς προς ιωαβ αρχοντα της ισχυος τον μετ' αυτου διελθε δη πασας φυλας ισραηλ απο δαν και εως βηρσαβεε και επισκεψαι τον λαον και γνωσομαι τον αριθμον του λαου
3
και ειπεν ιωαβ προς τον βασιλεα και προσθειη κυριος ο θεος σου προς τον λαον ωσπερ αυτους και ωσπερ αυτους εκατονταπλασιονα και οφθαλμοι του κυριου μου του βασιλεως ορωντες και ο κυριος μου ο βασιλευς ινα τι βουλεται εν τω λογω τουτω
4
και υπερισχυσεν ο λογος του βασιλεως προς ιωαβ και εις τους αρχοντας της δυναμεως και εξηλθεν ιωαβ και οι αρχοντες της ισχυος ενωπιον του βασιλεως επισκεψασθαι τον λαον ισραηλ
5
και διεβησαν τον ιορδανην και παρενεβαλον εν αροηρ εκ δεξιων της πολεως της εν μεσω της φαραγγος γαδ και ελιεζερ
6
και ηλθον εις την γαλααδ και εις γην θαβασων η εστιν αδασαι και παρεγενοντο εις δανιδαν και ουδαν και εκυκλωσαν εις σιδωνα
7
και ηλθαν εις μαψαρ τυρου και πασας τας πολεις του ευαιου και του χαναναιου και ηλθαν κατα νοτον ιουδα εις βηρσαβεε
8
και περιωδευσαν εν παση τη γη και παρεγενοντο απο τελους εννεα μηνων και εικοσι ημερων εις ιερουσαλημ
9
και εδωκεν ιωαβ τον αριθμον της επισκεψεως του λαου προς τον βασιλεα και εγενετο ισραηλ οκτακοσιαι χιλιαδες ανδρων δυναμεως σπωμενων ρομφαιαν και ανηρ ιουδα πεντακοσιαι χιλιαδες ανδρων μαχητων
10
και επαταξεν καρδια δαυιδ αυτον μετα το αριθμησαι τον λαον και ειπεν δαυιδ προς κυριον ημαρτον σφοδρα ο εποιησα νυν κυριε παραβιβασον δη την ανομιαν του δουλου σου οτι εμωρανθην σφοδρα
11
και ανεστη δαυιδ το πρωι και λογος κυριου εγενετο προς γαδ τον προφητην τον ορωντα δαυιδ λεγων
12
πορευθητι και λαλησον προς δαυιδ λεγων ταδε λεγει κυριος τρια εγω ειμι αιρω επι σε και εκλεξαι σεαυτω εν εξ αυτων και ποιησω σοι
13
και εισηλθεν γαδ προς δαυιδ και ανηγγειλεν αυτω και ειπεν αυτω εκλεξαι σεαυτω γενεσθαι ει ελθη σοι τρια ετη λιμος εν τη γη σου η τρεις μηνας φευγειν σε εμπροσθεν των εχθρων σου και εσονται διωκοντες σε η γενεσθαι τρεις ημερας θανατον εν τη γη σου νυν ουν γνωθι και ιδε τι αποκριθω τω αποστειλαντι με ρημα
14
και ειπεν δαυιδ προς γαδ στενα μοι παντοθεν σφοδρα εστιν εμπεσουμαι δη εν χειρι κυριου οτι πολλοι οι οικτιρμοι αυτου σφοδρα εις δε χειρας ανθρωπου ου μη εμπεσω και εξελεξατο εαυτω δαυιδ τον θανατον
15
και ημεραι θερισμου πυρων και εδωκεν κυριος εν ισραηλ θανατον απο πρωιθεν εως ωρας αριστου και ηρξατο η θραυσις εν τω λαω και απεθανεν εκ του λαου απο δαν και εως βηρσαβεε εβδομηκοντα χιλιαδες ανδρων
16
και εξετεινεν ο αγγελος του θεου την χειρα αυτου εις ιερουσαλημ του διαφθειραι αυτην και παρεκληθη κυριος επι τη κακια και ειπεν τω αγγελω τω διαφθειροντι εν τω λαω πολυ νυν ανες την χειρα σου και ο αγγελος κυριου ην παρα τω αλω ορνα του ιεβουσαιου
17
και ειπεν δαυιδ προς κυριον εν τω ιδειν αυτον τον αγγελον τυπτοντα εν τω λαω και ειπεν ιδου εγω ειμι ηδικησα και εγω ειμι ο ποιμην εκακοποιησα και ουτοι τα προβατα τι εποιησαν γενεσθω δη η χειρ σου εν εμοι και εν τω οικω του πατρος μου
18
και ηλθεν γαδ προς δαυιδ εν τη ημερα εκεινη και ειπεν αυτω αναβηθι και στησον τω κυριω θυσιαστηριον εν τω αλωνι ορνα του ιεβουσαιου
19
και ανεβη δαυιδ κατα τον λογον γαδ καθ' ον τροπον ενετειλατο αυτω κυριος
20
και διεκυψεν ορνα και ειδεν τον βασιλεα και τους παιδας αυτου παραπορευομενους επανω αυτου και εξηλθεν ορνα και προσεκυνησεν τω βασιλει επι προσωπον αυτου επι την γην
21
και ειπεν ορνα τι οτι ηλθεν ο κυριος μου ο βασιλευς προς τον δουλον αυτου και ειπεν δαυιδ κτησασθαι παρα σου τον αλωνα του οικοδομησαι θυσιαστηριον τω κυριω και συσχεθη η θραυσις επανω του λαου
22
και ειπεν ορνα προς δαυιδ λαβετω και ανενεγκετω ο κυριος μου ο βασιλευς τω κυριω το αγαθον εν οφθαλμοις αυτου ιδου οι βοες εις ολοκαυτωμα και οι τροχοι και τα σκευη των βοων εις ξυλα
23
τα παντα εδωκεν ορνα τω βασιλει και ειπεν ορνα προς τον βασιλεα κυριος ο θεος σου ευλογησαι σε
24
και ειπεν ο βασιλευς προς ορνα ουχι οτι αλλα κτωμενος κτησομαι παρα σου εν αλλαγματι και ουκ ανοισω τω κυριω θεω μου ολοκαυτωμα δωρεαν και εκτησατο δαυιδ τον αλωνα και τους βοας εν αργυριω σικλων πεντηκοντα
25
και ωκοδομησεν εκει δαυιδ θυσιαστηριον κυριω και ανηνεγκεν ολοκαυτωσεις και ειρηνικας και προσεθηκεν σαλωμων επι το θυσιαστηριον επ' εσχατω οτι μικρον ην εν πρωτοις και επηκουσεν κυριος τη γη και συνεσχεθη η θραυσις επανωθεν ισραηλ .