1
και παραγινονται πασαι αι φυλαι ισραηλ προς δαυιδ εις χεβρων και ειπαν αυτω ιδου οστα σου και σαρκες σου ημεις
2
και εχθες και τριτην οντος σαουλ βασιλεως εφ' ημιν συ ησθα ο εξαγων και εισαγων τον ισραηλ και ειπεν κυριος προς σε συ ποιμανεις τον λαον μου τον ισραηλ και συ εσει εις ηγουμενον επι τον ισραηλ
3
και ερχονται παντες οι πρεσβυτεροι ισραηλ προς τον βασιλεα εις χεβρων και διεθετο αυτοις ο βασιλευς δαυιδ διαθηκην εν χεβρων ενωπιον κυριου και χριουσιν τον δαυιδ εις βασιλεα επι παντα ισραηλ
4
υιος τριακοντα ετων δαυιδ εν τω βασιλευσαι αυτον και τεσσαρακοντα ετη εβασιλευσεν
5
επτα ετη και εξ μηνας εβασιλευσεν εν χεβρων επι τον ιουδαν και τριακοντα τρια ετη εβασιλευσεν επι παντα ισραηλ και ιουδαν εν ιερουσαλημ
6
και απηλθεν δαυιδ και οι ανδρες αυτου εις ιερουσαλημ προς τον ιεβουσαιον τον κατοικουντα την γην και ερρεθη τω δαυιδ ουκ εισελευσει ωδε οτι αντεστησαν οι τυφλοι και οι χωλοι λεγοντες οτι ουκ εισελευσεται δαυιδ ωδε
7
και κατελαβετο δαυιδ την περιοχην σιων αυτη η πολις του δαυιδ
8
και ειπεν δαυιδ τη ημερα εκεινη πας τυπτων ιεβουσαιον απτεσθω εν παραξιφιδι και τους χωλους και τους τυφλους και τους μισουντας την ψυχην δαυιδ δια τουτο ερουσιν τυφλοι και χωλοι ουκ εισελευσονται εις οικον κυριου
9
και εκαθισεν δαυιδ εν τη περιοχη και εκληθη αυτη η πολις δαυιδ και ωκοδομησεν την πολιν κυκλω απο της ακρας και τον οικον αυτου
10
και επορευετο δαυιδ πορευομενος και μεγαλυνομενος και κυριος παντοκρατωρ μετ' αυτου
11
και απεστειλεν χιραμ βασιλευς τυρου αγγελους προς δαυιδ και ξυλα κεδρινα και τεκτονας ξυλων και τεκτονας λιθων και ωκοδομησαν οικον τω δαυιδ
12
και εγνω δαυιδ οτι ητοιμασεν αυτον κυριος εις βασιλεα επι ισραηλ και οτι επηρθη η βασιλεια αυτου δια τον λαον αυτου ισραηλ
13
και ελαβεν δαυιδ ετι γυναικας και παλλακας εξ ιερουσαλημ μετα το ελθειν αυτον εκ χεβρων και εγενοντο τω δαυιδ ετι υιοι και θυγατερες
14
και ταυτα τα ονοματα των γεννηθεντων αυτω εν ιερουσαλημ σαμμους και σωβαβ και ναθαν και σαλωμων
15
και εβεαρ και ελισους και ναφεκ και ιεφιες
16
και ελισαμα και ελιδαε και ελιφαλαθ [16α] σαμαε ιεσσιβαθ ναθαν γαλαμααν ιεβααρ θεησους ελφαλατ ναγεδ ναφεκ ιαναθα λεασαμυς βααλιμαθ ελιφαλαθ
17
και ηκουσαν αλλοφυλοι οτι κεχρισται δαυιδ βασιλευς επι ισραηλ και ανεβησαν παντες οι αλλοφυλοι ζητειν τον δαυιδ και ηκουσεν δαυιδ και κατεβη εις την περιοχην
18
και οι αλλοφυλοι παραγινονται και συνεπεσαν εις την κοιλαδα των τιτανων
19
και ηρωτησεν δαυιδ δια κυριου λεγων ει αναβω προς τους αλλοφυλους και παραδωσεις αυτους εις τας χειρας μου και ειπεν κυριος προς δαυιδ αναβαινε οτι παραδιδους παραδωσω τους αλλοφυλους εις τας χειρας σου
20
και ηλθεν δαυιδ εκ των επανω διακοπων και εκοψεν τους αλλοφυλους εκει και ειπεν δαυιδ διεκοψεν κυριος τους εχθρους μου τους αλλοφυλους ενωπιον εμου ως διακοπτεται υδατα δια τουτο εκληθη το ονομα του τοπου εκεινου επανω διακοπων
21
και καταλιμπανουσιν εκει τους θεους αυτων και ελαβοσαν αυτους δαυιδ και οι ανδρες οι μετ' αυτου
22
και προσεθεντο ετι αλλοφυλοι του αναβηναι και συνεπεσαν εν τη κοιλαδι των τιτανων
23
και επηρωτησεν δαυιδ δια κυριου και ειπεν κυριος ουκ αναβησει εις συναντησιν αυτων αποστρεφου απ' αυτων και παρεσει αυτοις πλησιον του κλαυθμωνος
24
και εσται εν τω ακουσαι σε την φωνην του συγκλεισμου του αλσους του κλαυθμωνος τοτε καταβησει προς αυτους οτι τοτε εξελευσεται κυριος εμπροσθεν σου κοπτειν εν τω πολεμω των αλλοφυλων
25
και εποιησεν δαυιδ καθως ενετειλατο αυτω κυριος και επαταξεν τους αλλοφυλους απο γαβαων εως της γης γαζηρα