1
και εγενετο μετα ταυτα και επαταξεν δαυιδ τους αλλοφυλους και ετροπωσατο αυτους και ελαβεν δαυιδ την αφωρισμενην εκ χειρος των αλλοφυλων
2
και επαταξεν δαυιδ την μωαβ και διεμετρησεν αυτους εν σχοινιοις κοιμισας αυτους επι την γην και εγενετο τα δυο σχοινισματα του θανατωσαι και τα δυο σχοινισματα εζωγρησεν και εγενετο μωαβ τω δαυιδ εις δουλους φεροντας ξενια
3
και επαταξεν δαυιδ τον αδρααζαρ υιον ρααβ βασιλεα σουβα πορευομενου αυτου επιστησαι την χειρα αυτου επι τον ποταμον ευφρατην
4
και προκατελαβετο δαυιδ των αυτου χιλια αρματα και επτα χιλιαδας ιππεων και εικοσι χιλιαδας ανδρων πεζων και παρελυσεν δαυιδ παντα τα αρματα και υπελιπετο εξ αυτων εκατον αρματα
5
και παραγινεται συρια δαμασκου βοηθησαι τω αδρααζαρ βασιλει σουβα και επαταξεν δαυιδ εν τω συρω εικοσι δυο χιλιαδας ανδρων
6
και εθετο δαυιδ φρουραν εν συρια τη κατα δαμασκον και εγενετο ο συρος τω δαυιδ εις δουλους φεροντας ξενια και εσωσεν κυριος τον δαυιδ εν πασιν οις επορευετο
7
και ελαβεν δαυιδ τους χλιδωνας τους χρυσους οι ησαν επι των παιδων των αδρααζαρ βασιλεως σουβα και ηνεγκεν αυτα εις ιερουσαλημ και ελαβεν αυτα σουσακιμ βασιλευς αιγυπτου εν τω αναβηναι αυτον εις ιερουσαλημ εν ημεραις ροβοαμ υιου σολομωντος
8
και εκ της μασβακ εκ των εκλεκτων πολεων του αδρααζαρ ελαβεν ο βασιλευς δαυιδ χαλκον πολυν σφοδρα εν αυτω εποιησεν σαλωμων την θαλασσαν την χαλκην και τους στυλους και τους λουτηρας και παντα τα σκευη
9
και ηκουσεν θοου ο βασιλευς ημαθ οτι επαταξεν δαυιδ πασαν την δυναμιν αδρααζαρ
10
και απεστειλεν θοου ιεδδουραν τον υιον αυτου προς βασιλεα δαυιδ ερωτησαι αυτον τα εις ειρηνην και ευλογησαι αυτον υπερ ου επολεμησεν τον αδρααζαρ και επαταξεν αυτον οτι αντικειμενος ην τω αδρααζαρ και εν ταις χερσιν αυτου ησαν σκευη αργυρα και σκευη χρυσα και σκευη χαλκα
11
και ταυτα ηγιασεν ο βασιλευς δαυιδ τω κυριω μετα του αργυριου και μετα του χρυσιου ου ηγιασεν εκ πασων των πολεων ων κατεδυναστευσεν
12
εκ της ιδουμαιας και εκ της γης μωαβ και εκ των υιων αμμων και εκ των αλλοφυλων και εξ αμαληκ και εκ των σκυλων αδρααζαρ υιου ρααβ βασιλεως σουβα
13
και εποιησεν δαυιδ ονομα και εν τω ανακαμπτειν αυτον επαταξεν την ιδουμαιαν εν γαιμελε εις οκτωκαιδεκα χιλιαδας
14
και εθετο εν τη ιδουμαια φρουραν εν παση τη ιδουμαια και εγενοντο παντες οι ιδουμαιοι δουλοι τω βασιλει και εσωσεν κυριος τον δαυιδ εν πασιν οις επορευετο
15
και εβασιλευσεν δαυιδ επι ισραηλ και ην δαυιδ ποιων κριμα και δικαιοσυνην επι παντα τον λαον αυτου
16
και ιωαβ υιος σαρουιας επι της στρατιας και ιωσαφατ υιος αχια επι των υπομνηματων
17
και σαδδουκ υιος αχιτωβ και αχιμελεχ υιος αβιαθαρ ιερεις και ασα ο γραμματευς
18
και βαναιας υιος ιωδαε συμβουλος και ο χελεθθι και ο φελεττι και υιοι δαυιδ αυλαρχαι ησαν