1
ειδον τον κυριον εφεστωτα επι του θυσιαστηριου και ειπεν παταξον επι το ιλαστηριον και σεισθησεται τα προπυλα και διακοψον εις κεφαλας παντων και τους καταλοιπους αυτων εν ρομφαια αποκτενω ου μη διαφυγη εξ αυτων φευγων και ου μη διασωθη εξ αυτων ανασωζομενος
2
εαν κατορυγωσιν εις αδου εκειθεν η χειρ μου ανασπασει αυτους και εαν αναβωσιν εις τον ουρανον εκειθεν καταξω αυτους
3
εαν εγκρυβωσιν εις την κορυφην του καρμηλου εκειθεν εξερευνησω και λημψομαι αυτους και εαν καταδυσωσιν εξ οφθαλμων μου εις τα βαθη της θαλασσης εκει εντελουμαι τω δρακοντι και δηξεται αυτους
4
και εαν πορευθωσιν εν αιχμαλωσια προ προσωπου των εχθρων αυτων εκει εντελουμαι τη ρομφαια και αποκτενει αυτους και στηριω τους οφθαλμους μου επ' αυτους εις κακα και ουκ εις αγαθα
5
και κυριος κυριος ο θεος ο παντοκρατωρ ο εφαπτομενος της γης και σαλευων αυτην και πενθησουσιν παντες οι κατοικουντες αυτην και αναβησεται ως ποταμος συντελεια αυτης και καταβησεται ως ποταμος αιγυπτου
6
ο οικοδομων εις τον ουρανον αναβασιν αυτου και την επαγγελιαν αυτου επι της γης θεμελιων ο προσκαλουμενος το υδωρ της θαλασσης και εκχεων αυτο επι προσωπον της γης κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω
7
ουχ ως υιοι αιθιοπων υμεις εστε εμοι υιοι ισραηλ λεγει κυριος ου τον ισραηλ ανηγαγον εκ γης αιγυπτου και τους αλλοφυλους εκ καππαδοκιας και τους συρους εκ βοθρου
8
ιδου οι οφθαλμοι κυριου του θεου επι την βασιλειαν των αμαρτωλων και εξαρω αυτην απο προσωπου της γης πλην οτι ουκ εις τελος εξαρω τον οικον ιακωβ λεγει κυριος
9
διοτι ιδου εγω εντελλομαι και λικμιω εν πασι τοις εθνεσιν τον οικον του ισραηλ ον τροπον λικμαται εν τω λικμω και ου μη πεση συντριμμα επι την γην
10
εν ρομφαια τελευτησουσι παντες αμαρτωλοι λαου μου οι λεγοντες ου μη εγγιση ουδ' ου μη γενηται εφ' ημας τα κακα
11
εν τη ημερα εκεινη αναστησω την σκηνην δαυιδ την πεπτωκυιαν και ανοικοδομησω τα πεπτωκοτα αυτης και τα κατεσκαμμενα αυτης αναστησω και ανοικοδομησω αυτην καθως αι ημεραι του αιωνος
12
οπως εκζητησωσιν οι καταλοιποι των ανθρωπων και παντα τα εθνη εφ' ους επικεκληται το ονομα μου επ' αυτους λεγει κυριος ο θεος ο ποιων ταυτα
13
ιδου ημεραι ερχονται λεγει κυριος και καταλημψεται ο αλοητος τον τρυγητον και περκασει η σταφυλη εν τω σπορω και αποσταλαξει τα ορη γλυκασμον και παντες οι βουνοι συμφυτοι εσονται
14
και επιστρεψω την αιχμαλωσιαν λαου μου ισραηλ και οικοδομησουσιν πολεις τας ηφανισμενας και κατοικησουσιν και καταφυτευσουσιν αμπελωνας και πιονται τον οινον αυτων και φυτευσουσιν κηπους και φαγονται τον καρπον αυτων
15
και καταφυτευσω αυτους επι της γης αυτων και ου μη εκσπασθωσιν ουκετι απο της γης αυτων ης εδωκα αυτοις λεγει κυριος ο θεος ο παντοκρατωρ .