1
και κατα την ωραν εκεινην παρελευσεται μιχαηλ ο αγγελος ο μεγας ο εστηκως επι τους υιους του λαου σου εκεινη η ημερα θλιψεως οια ουκ εγενηθη αφ' ου εγενηθησαν εως της ημερας εκεινης και εν εκεινη τη ημερα υψωθησεται πας ο λαος ος αν ευρεθη εγγεγραμμενος εν τω βιβλιω
2
και πολλοι των καθευδοντων εν τω πλατει της γης αναστησονται οι μεν εις ζωην αιωνιον οι δε εις ονειδισμον οι δε εις διασποραν και αισχυνην αιωνιον
3
και οι συνιεντες φανουσιν ως φωστηρες του ουρανου και οι κατισχυοντες τους λογους μου ωσει τα αστρα του ουρανου εις τον αιωνα του αιωνος
4
και συ δανιηλ καλυψον τα προσταγματα και σφραγισαι το βιβλιον εως καιρου συντελειας εως αν απομανωσιν οι πολλοι και πλησθη η γη αδικιας
5
και ειδον εγω δανιηλ και ιδου δυο ετεροι ειστηκεισαν εις ενθεν του ποταμου και εις ενθεν
6
και ειπα τω ενι τω περιβεβλημενω τα βυσσινα τω επανω ποτε ουν συντελεια ων ειρηκας μοι των θαυμαστων και ο καθαρισμος τουτων
7
και ηκουσα του περιβεβλημενου τα βυσσινα ος ην επανω του υδατος του ποταμου εως καιρου συντελειας και υψωσε την δεξιαν και την αριστεραν εις τον ουρανον και ωμοσε τον ζωντα εις τον αιωνα θεον οτι εις καιρον και καιρους και ημισυ καιρου η συντελεια χειρων αφεσεως λαου αγιου και συντελεσθησεται παντα ταυτα
8
και εγω ηκουσα και ου διενοηθην παρ' αυτον τον καιρον και ειπα κυριε τις η λυσις του λογου τουτου και τινος αι παραβολαι αυται
9
και ειπεν μοι αποτρεχε δανιηλ οτι κατακεκαλυμμενα και εσφραγισμενα τα προσταγματα εως αν
10
πειρασθωσι και αγιασθωσι πολλοι και αμαρτωσιν οι αμαρτωλοι και ου μη διανοηθωσι παντες οι αμαρτωλοι και οι διανοουμενοι προσεξουσιν
11
αφ' ου αν αποσταθη η θυσια δια παντος και ετοιμασθη δοθηναι το βδελυγμα της ερημωσεως ημερας χιλιας διακοσιας ενενηκοντα
12
μακαριος ο εμμενων και συναξει εις ημερας χιλιας τριακοσιας τριακοντα πεντε
13
και συ βαδισον αναπαυου ετι γαρ εισιν ημεραι και ωραι εις αναπληρωσιν συντελειας και αναπαυση και αναστηση επι την δοξαν σου εις συντελειαν ημερων .