1
ετους οκτωκαιδεκατου ναβουχοδονοσορ βασιλευς διοικων πολεις και χωρας και παντας τους κατοικουντας επι της γης απο ινδικης εως αιθιοπιας εποιησεν εικονα χρυσην το υψος αυτης πηχων εξηκοντα και το πλατος αυτης πηχων εξ και εστησεν αυτην εν πεδιω του περιβολου χωρας βαβυλωνιας
2
και ναβουχοδονοσορ βασιλευς βασιλεων και κυριευων της οικουμενης ολης απεστειλεν επισυναγαγειν παντα τα εθνη και φυλας και γλωσσας σατραπας στρατηγους τοπαρχας και υπατους διοικητας και τους επ' εξουσιων κατα χωραν και παντας τους κατα την οικουμενην ελθειν εις τον εγκαινισμον της εικονος της χρυσης ην εστησε ναβουχοδονοσορ ο βασιλευς
3
και εστησαν οι προγεγραμμενοι κατεναντι της εικονος
4
και ο κηρυξ εκηρυξε τοις οχλοις υμιν παραγγελλεται εθνη και χωραι λαοι και γλωσσαι
5
οταν ακουσητε της φωνης της σαλπιγγος συριγγος και κιθαρας σαμβυκης και ψαλτηριου συμφωνιας και παντος γενους μουσικων πεσοντες προσκυνησατε τη εικονι τη χρυση ην εστησε ναβουχοδονοσορ βασιλευς
6
και πας ος αν μη πεσων προσκυνηση εμβαλουσιν αυτον εις την καμινον του πυρος την καιομενην
7
και εν τω καιρω εκεινω οτε ηκουσαν παντα τα εθνη της φωνης της σαλπιγγος και παντος ηχου μουσικων πιπτοντα παντα τα εθνη φυλαι και γλωσσαι προσεκυνησαν τη εικονι τη χρυση ην εστησε ναβουχοδονοσορ κατεναντι τουτου
8
εν εκεινω τω καιρω προσελθοντες ανδρες χαλδαιοι διεβαλον τους ιουδαιους
9
και υπολαβοντες ειπον κυριε βασιλευ εις τον αιωνα ζηθι
10
συ βασιλευ προσεταξας και εκρινας ινα πας ανθρωπος ος αν ακουση της φωνης της σαλπιγγος και παντος ηχου μουσικων πεσων προσκυνηση τη εικονι τη χρυση
11
και ος αν μη πεσων προσκυνηση εμβληθησεται εις την καμινον του πυρος την καιομενην
12
εισι δε τινες ανδρες ιουδαιοι ους κατεστησας επι της χωρας της βαβυλωνιας σεδραχ μισαχ αβδεναγω οι ανθρωποι εκεινοι ουκ εφοβηθησαν σου την εντολην και τω ειδωλω σου ουκ ελατρευσαν και τη εικονι σου τη χρυση η εστησας ου προσεκυνησαν
13
τοτε ναβουχοδονοσορ θυμωθεις οργη προσεταξεν αγαγειν τον σεδραχ μισαχ αβδεναγω τοτε οι ανθρωποι ηχθησαν προς τον βασιλεα
14
ους και συνιδων ναβουχοδονοσορ ο βασιλευς ειπεν αυτοις δια τι σεδραχ μισαχ αβδεναγω τοις θεοις μου ου λατρευετε και τη εικονι τη χρυση ην εστησα ου προσκυνειτε
15
και νυν ει μεν εχετε ετοιμως αμα τω ακουσαι της σαλπιγγος και παντος ηχου μουσικων πεσοντες προσκυνησαι τη εικονι τη χρυση η εστησα ει δε μη γε γινωσκετε οτι μη προσκυνησαντων υμων αυθωρι εμβληθησεσθε εις την καμινον του πυρος την καιομενην και ποιος θεος εξελειται υμας εκ των χειρων μου
16
αποκριθεντες δε σεδραχ μισαχ αβδεναγω ειπαν τω βασιλει ναβουχοδονοσορ βασιλευ ου χρειαν εχομεν ημεις επι τη επιταγη ταυτη αποκριθηναι σοι
17
εστι γαρ θεος εν ουρανοις εις κυριος ημων ον φοβουμεθα ος εστι δυνατος εξελεσθαι ημας εκ της καμινου του πυρος και εκ των χειρων σου βασιλευ εξελειται ημας
18
και τοτε φανερον σοι εσται οτι ουτε τω ειδωλω σου λατρευομεν ουτε τη εικονι σου τη χρυση ην εστησας προσκυνουμεν
19
τοτε ναβουχοδονοσορ επλησθη θυμου και η μορφη του προσωπου αυτου ηλλοιωθη και επεταξε καηναι την καμινον επταπλασιως παρ' ο εδει αυτην καηναι
20
και ανδρας ισχυροτατους των εν τη δυναμει επεταξε συμποδισαντας τον σεδραχ μισαχ αβδεναγω εμβαλειν εις την καμινον του πυρος την καιομενην
21
τοτε οι ανδρες εκεινοι συνεποδισθησαν εχοντες τα υποδηματα αυτων και τας τιαρας αυτων επι των κεφαλων αυτων συν τω ιματισμω αυτων και εβληθησαν εις την καμινον
22
επειδη το προσταγμα του βασιλεως ηπειγεν και η καμινος εξεκαυθη υπερ το προτερον επταπλασιως και οι ανδρες οι προχειρισθεντες συμποδισαντες αυτους και προσαγαγοντες τη καμινω ενεβαλοσαν εις αυτην
23
τους μεν ουν ανδρας τους συμποδισαντας τους περι τον αζαριαν εξελθουσα η φλοξ εκ της καμινου ενεπυρισε και απεκτεινεν αυτοι δε συνετηρηθησαν
24
και εγενετο εν τω ακουσαι τον βασιλεα υμνουντων αυτων και εστως εθεωρει αυτους ζωντας τοτε ναβουχοδονοσορ ο βασιλευς εθαυμασε και ανεστη σπευσας και ειπεν τοις φιλοις αυτου
25
ιδου εγω ορω ανδρας τεσσαρας λελυμενους περιπατουντας εν τω πυρι και φθορα ουδεμια εγενηθη εν αυτοις και η ορασις του τεταρτου ομοιωμα αγγελου θεου
26
και προσελθων ο βασιλευς προς την θυραν της καμινου της καιομενης τω πυρι εκαλεσεν αυτους εξ ονοματος σεδραχ μισαχ αβδεναγω οι παιδες του θεου των θεων του υψιστου εξελθετε εκ του πυρος ουτως ουν εξηλθον οι ανδρες εκ μεσου του πυρος
27
και συνηχθησαν οι υπατοι τοπαρχαι και αρχιπατριωται και οι φιλοι του βασιλεως και εθεωρουν τους ανθρωπους εκεινους οτι ουχ ηψατο το πυρ του σωματος αυτων και αι τριχες αυτων ου κατεκαησαν και τα σαραβαρα αυτων ουκ ηλλοιωθησαν ουδε οσμη του πυρος ην εν αυτοις
28
υπολαβων δε ναβουχοδονοσορ ο βασιλευς ειπεν ευλογητος κυριος ο θεος του σεδραχ μισαχ αβδεναγω ος απεστειλε τον αγγελον αυτου και εσωσε τους παιδας αυτου τους ελπισαντας επ' αυτον την γαρ προσταγην του βασιλεως ηθετησαν και παρεδωκαν τα σωματα αυτων εις εμπυρισμον ινα μη λατρευσωσι μηδε προσκυνησωσι θεω ετερω αλλ' η τω θεω αυτων
29
και νυν εγω κρινω ινα παν εθνος και πασαι φυλαι και πασαι γλωσσαι ος αν βλασφημηση εις τον κυριον τον θεον σεδραχ μισαχ αβδεναγω διαμελισθησεται και η οικια αυτου δημευθησεται διοτι ουκ εστιν θεος ετερος ος δυνησεται εξελεσθαι ουτως
30
ουτως ουν ο βασιλευς τω σεδραχ μισαχ αβδεναγω εξουσιαν δους εφ' ολης της χωρας κατεστησεν αυτους αρχοντας