0
βαλτασαρ ο βασιλευς εποιησε δοχην μεγαλην εν ημερα εγκαινισμου των βασιλειων αυτου και απο των μεγιστανων αυτου εκαλεσεν ανδρας δισχιλιους εν τη ημερα εκεινη βαλτασαρ ανυψουμενος απο του οινου και καυχωμενος επηνεσε παντας τους θεους των εθνων τους χωνευτους και γλυπτους εν τω τοπω αυτου και τω θεω τω υψιστω ουκ εδωκεν αινεσιν εν αυτη τη νυκτι εξηλθον δακτυλοι ωσει ανθρωπου και επεγραψαν επι του τοιχου οικου αυτου επι του κονιαματος κατεναντι του λυχνους μανη φαρες θεκελ εστι δε η ερμηνεια αυτων μανη ηριθμηται φαρες εξηρται θεκελ εσταται
1
1
βαλτασαρ ο βασιλευς εποιησεν εστιατοριαν μεγαλην τοις εταιροις αυτου και επινεν οινον
2
και ανυψωθη η καρδια αυτου και ειπεν ενεγκαι τα σκευη τα χρυσα και τα αργυρα του οικου του θεου α ηνεγκε ναβουχοδονοσορ ο πατηρ αυτου απο ιερουσαλημ και οινοχοησαι εν αυτοις τοις εταιροις αυτου
3
και ηνεχθη και επινον εν αυτοις
4
και ηυλογουν τα ειδωλα τα χειροποιητα αυτων και τον θεον του αιωνος ουκ ευλογησαν τον εχοντα την εξουσιαν του πνευματος αυτων
5
εν αυτη τη ωρα εκεινη εξηλθον δακτυλοι ωσει χειρος ανθρωπου και εγραψαν επι του τοιχου του οικου αυτου επι του κονιαματος κατεναντι του φωτος εναντι του βασιλεως βαλτασαρ και ειδε χειρα γραφουσαν
6
και η ορασις αυτου ηλλοιωθη και φοβοι και υπονοιαι αυτον κατεσπευδον εσπευσεν ουν ο βασιλευς και εξανεστη και εωρα την γραφην εκεινην και οι συνεταιροι κυκλω αυτου εκαυχωντο
7
και ο βασιλευς εφωνησε φωνη μεγαλη καλεσαι τους επαοιδους και φαρμακους και χαλδαιους και γαζαρηνους απαγγειλαι το συγκριμα της γραφης και εισεπορευοντο επι θεωριαν ιδειν την γραφην και το συγκριμα της γραφης ουκ εδυναντο συγκριναι τω βασιλει τοτε ο βασιλευς εξεθηκε προσταγμα λεγων πας ανηρ ος αν υποδειξη το συγκριμα της γραφης στολιει αυτον πορφυραν και μανιακην χρυσουν περιθησει αυτω και δοθησεται αυτω εξουσια του τριτου μερους της βασιλειας
8
και εισεπορευοντο οι επαοιδοι και φαρμακοι και γαζαρηνοι και ουκ ηδυνατο ουδεις το συγκριμα της γραφης απαγγειλαι
9
τοτε ο βασιλευς εκαλεσε την βασιλισσαν περι του σημειου και υπεδειξεν αυτη ως μεγα εστι και οτι πας ανθρωπος ου δυναται απαγγειλαι τω βασιλει το συγκριμα της γραφης
10
τοτε η βασιλισσα εμνησθη προς αυτον περι του δανιηλ ος ην εκ της αιχμαλωσιας της ιουδαιας
11
και ειπε τω βασιλει ο ανθρωπος επιστημων ην και σοφος και υπερεχων παντας τους σοφους βαβυλωνος
12
και πνευμα αγιον εν αυτω εστι και εν ταις ημεραις του πατρος σου του βασιλεως συγκριματα υπερογκα υπεδειξε ναβουχοδονοσορ τω πατρι σου
13
τοτε δανιηλ εισηχθη προς τον βασιλεα και αποκριθεις ο βασιλευς ειπεν αυτω
14
15
16
ω δανιηλ δυνη μοι υποδειξαι το συγκριμα της γραφης και στολιω σε πορφυραν και μανιακην χρυσουν περιθησω σοι και εξεις εξουσιαν του τριτου μερους της βασιλειας μου
17
τοτε δανιηλ εστη κατεναντι της γραφης και ανεγνω και ουτως απεκριθη τω βασιλει αυτη η γραφη ηριθμηται κατελογισθη εξηρται και εστη η γραψασα χειρ και αυτη η συγκρισις αυτων
18
19
20
21
22
23
βασιλευ συ εποιησω εστιατοριαν τοις φιλοις σου και επινες οινον και τα σκευη του οικου του θεου του ζωντος ηνεχθη σοι και επινετε εν αυτοις συ και οι μεγιστανες σου και ηνεσατε παντα τα ειδωλα τα χειροποιητα των ανθρωπων και τω θεω τω ζωντι ουκ ευλογησατε και το πνευμα σου εν τη χειρι αυτου και το βασιλειον σου αυτος εδωκε σοι και ουκ ευλογησας αυτον ουδε ηνεσας αυτω
24
25
26
26-28 τουτο το συγκριμα της γραφης ηριθμηται ο χρονος σου της βασιλειας αποληγει η βασιλεια σου συντετμηται και συντετελεσται η βασιλεια σου τοις μηδοις και τοις περσαις διδοται
27
26-28
28
26-28
29
τοτε βαλτασαρ ο βασιλευς ενεδυσε τον δανιηλ πορφυραν και μανιακην χρυσουν περιεθηκεν αυτω και εδωκεν εξουσιαν αυτω του τριτου μερους της βασιλειας αυτου
30
και το συγκριμα επηλθε βαλτασαρ τω βασιλει και το βασιλειον εξηρται απο των χαλδαιων και εδοθη τοις μηδοις και τοις περσαις
31