1
και αρταξερξης ο των μηδων παρελαβε την βασιλειαν και δαρειος πληρης των ημερων και ενδοξος εν γηρει
2
και κατεστησε σατραπας εκατον εικοσι επτα επι πασης της βασιλειας αυτου
3
και επ' αυτων ανδρας τρεις ηγουμενους αυτων και δανιηλ εις ην των τριων ανδρων
4
υπερ παντας εχων εξουσιαν εν τη βασιλεια και δανιηλ ην ενδεδυμενος πορφυραν και μεγας και ενδοξος εναντι δαρειου του βασιλεως καθοτι ην ενδοξος και επιστημων και συνετος και πνευμα αγιον εν αυτω και ευοδουμενος εν ταις πραγματειαις του βασιλεως αις επρασσε τοτε ο βασιλευς εβουλευσατο καταστησαι τον δανιηλ επι πασης της βασιλειας αυτου και τους δυο ανδρας ους κατεστησε μετ' αυτου και σατραπας εκατον εικοσι επτα
5
οτε δε εβουλευσατο ο βασιλευς καταστησαι τον δανιηλ επι πασης της βασιλειας αυτου τοτε βουλην και γνωμην εβουλευσαντο εν εαυτοις οι δυο νεανισκοι προς αλληλους λεγοντες επει ουδεμιαν αμαρτιαν ουδε αγνοιαν ηυρισκον κατα του δανιηλ περι ης κατηγορησουσιν αυτου προς τον βασιλεα
6
και ειπαν δευτε στησωμεν ορισμον καθ' εαυτων οτι πας ανθρωπος ουκ αξιωσει αξιωμα και ου μη ευξηται ευχην απο παντος θεου εως ημερων τριακοντα αλλ' η παρα δαρειου του βασιλεως ει δε μη αποθανειται ινα ηττησωσι τον δανιηλ εναντιον του βασιλεως και ριφη εις τον λακκον των λεοντων ηδεισαν γαρ οτι δανιηλ προσευχεται και δειται κυριου του θεου αυτου τρις της ημερας
7
τοτε προσηλθοσαν οι ανθρωποι εκεινοι και ειπαν εναντιον του βασιλεως
8
ορισμον και στασιν εστησαμεν οτι πας ανθρωπος ος αν ευξηται ευχην η αξιωση αξιωμα τι παρα παντος θεου εως ημερων τριακοντα αλλ' η παρα δαρειου του βασιλεως ριφησεται εις τον λακκον των λεοντων
9
και ηξιωσαν τον βασιλεα ινα στηση τον ορισμον και μη αλλοιωση αυτον διοτι ηδεισαν οτι δανιηλ προσευχεται και δειται τρις της ημερας ινα ηττηθη δια του βασιλεως και ριφη εις τον λακκον των λεοντων
10
και ουτως ο βασιλευς δαρειος εστησε και εκυρωσεν
11
επιγνους δε δανιηλ τον ορισμον ον εστησε κατ' αυτου θυριδας ηνοιξεν εν τω υπερωω αυτου κατεναντι ιερουσαλημ και επιπτεν επι προσωπον αυτου τρις της ημερας καθως εποιει εμπροσθεν και εδειτο
12
και αυτοι ετηρησαν τον δανιηλ και κατελαβοσαν αυτον ευχομενον τρις της ημερας καθ' εκαστην ημεραν
13
τοτε ουτοι οι ανθρωποι ενετυχον τω βασιλει και ειπαν δαρειε βασιλευ ουχ ορισμον ωρισω ινα πας ανθρωπος μη ευξηται ευχην μηδε αξιωση αξιωμα παρα παντος θεου εως ημερων τριακοντα αλλα παρα σου βασιλευ ει δε μη ριφησεται εις τον λακκον των λεοντων αποκριθεις δε ο βασιλευς ειπεν αυτοις ακριβης ο λογος και μενει ο ορισμος [13α] και ειπον αυτω ορκιζομεν σε τοις μηδων και περσων δογμασιν ινα μη αλλοιωσης το προσταγμα μηδε θαυμασης προσωπον και ινα μη ελαττωσης τι των ειρημενων και κολασης τον ανθρωπον ος ουκ ενεμεινε τω ορισμω τουτω και ειπεν ουτως ποιησω καθως λεγετε και εστηκε μοι τουτο
14
και ειπαν ιδου ευρομεν δανιηλ τον φιλον σου ευχομενον και δεομενον του προσωπου του θεου αυτου τρις της ημερας
15
και λυπουμενος ο βασιλευς ειπεν ριφηναι τον δανιηλ εις τον λακκον των λεοντων κατα τον ορισμον ον εστησε κατ' αυτου τοτε ο βασιλευς σφοδρα ελυπηθη επι τω δανιηλ και εβοηθει του εξελεσθαι αυτον εως δυσμων ηλιου απο των χειρων των σατραπων
16
και ουκ ηδυνατο εξελεσθαι αυτον απ' αυτων
17
αναβοησας δε δαρειος ο βασιλευς ειπε τω δανιηλ ο θεος σου ω συ λατρευεις ενδελεχως τρις της ημερας αυτος εξελειται σε εκ χειρος των λεοντων εως πρωι θαρρει
18
τοτε δανιηλ ερριφη εις τον λακκον των λεοντων και ηνεχθη λιθος και ετεθη εις το στομα του λακκου και εσφραγισατο ο βασιλευς εν τω δακτυλιω εαυτου και εν τοις δακτυλιοις των μεγιστανων αυτου οπως μη απ' αυτων αρθη ο δανιηλ η ο βασιλευς αυτον ανασπαση εκ του λακκου
19
τοτε υπεστρεψεν ο βασιλευς εις τα βασιλεια αυτου και ηυλισθη νηστις και ην λυπουμενος περι του δανιηλ τοτε ο θεος του δανιηλ προνοιαν ποιουμενος αυτου απεκλεισε τα στοματα των λεοντων και ου παρηνωχλησαν τω δανιηλ
20
και ο βασιλευς δαρειος ωρθρισε πρωι και παρελαβε μεθ' εαυτου τους σατραπας και πορευθεις εστη επι του στοματος του λακκου των λεοντων
21
τοτε ο βασιλευς εκαλεσε τον δανιηλ φωνη μεγαλη μετα κλαυθμου λεγων ω δανιηλ ει αρα ζης και ο θεος σου ω λατρευεις ενδελεχως σεσωκε σε απο των λεοντων και ουκ ηχρειωκαν σε
22
τοτε δανιηλ επηκουσε φωνη μεγαλη και ειπεν βασιλευ ετι ειμι ζων
23
και σεσωκε με ο θεος απο των λεοντων καθοτι δικαιοσυνη εν εμοι ευρεθη εναντιον αυτου και εναντιον δε σου βασιλευ ουτε αγνοια ουτε αμαρτια ευρεθη εν εμοι συ δε ηκουσας ανθρωπων πλανωντων βασιλεις και ερριψας με εις τον λακκον των λεοντων εις απωλειαν
24
τοτε συνηχθησαν πασαι αι δυναμεις και ειδον τον δανιηλ ως ου παρηνωχλησαν αυτω οι λεοντες
25
τοτε οι δυο ανθρωποι εκεινοι οι καταμαρτυρησαντες του δανιηλ αυτοι και αι γυναικες αυτων και τα τεκνα αυτων ερριφησαν τοις λεουσι και οι λεοντες απεκτειναν αυτους και εθλασαν τα οστα αυτων
26
τοτε δαρειος εγραψε πασι τοις εθνεσι και χωραις και γλωσσαις τοις οικουσιν εν παση τη γη αυτου λεγων
27
παντες οι ανθρωποι οι οντες εν τη βασιλεια μου εστωσαν προσκυνουντες και λατρευοντες τω θεω του δανιηλ αυτος γαρ εστι θεος μενων και ζων εις γενεας γενεων εως του αιωνος
28
εγω δαρειος εσομαι αυτω προσκυνων και δουλευων πασας τας ημερας μου τα γαρ ειδωλα τα χειροποιητα ου δυνανται σωσαι ως ελυτρωσατο ο θεος του δανιηλ τον δανιηλ
29
και ο βασιλευς δαρειος προσετεθη προς το γενος αυτου και δανιηλ κατεσταθη επι της βασιλειας δαρειου και κυρος ο περσης παρελαβε την βασιλειαν αυτου