1
μυιαι θανατουσαι σαπριουσιν σκευασιαν ελαιου ηδυσματος τιμιον ολιγον σοφιας υπερ δοξαν αφροσυνης μεγαλης
2
καρδια σοφου εις δεξιον αυτου και καρδια αφρονος εις αριστερον αυτου
3
και γε εν οδω οταν αφρων πορευηται καρδια αυτου υστερησει και α λογιειται παντα αφροσυνη εστιν
4
εαν πνευμα του εξουσιαζοντος αναβη επι σε τοπον σου μη αφης οτι ιαμα καταπαυσει αμαρτιας μεγαλας
5
εστιν πονηρια ην ειδον υπο τον ηλιον ως ακουσιον ο εξηλθεν απο προσωπου του εξουσιαζοντος
6
εδοθη ο αφρων εν υψεσι μεγαλοις και πλουσιοι εν ταπεινω καθησονται
7
ειδον δουλους εφ' ιππους και αρχοντας πορευομενους ως δουλους επι της γης
8
ο ορυσσων βοθρον εν αυτω εμπεσειται και καθαιρουντα φραγμον δηξεται αυτον οφις
9
εξαιρων λιθους διαπονηθησεται εν αυτοις σχιζων ξυλα κινδυνευσει εν αυτοις
10
εαν εκπεση το σιδηριον και αυτος προσωπον εταραξεν και δυναμεις δυναμωσει και περισσεια του ανδρειου σοφια
11
εαν δακη ο οφις εν ου ψιθυρισμω και ουκ εστιν περισσεια τω επαδοντι
12
λογοι στοματος σοφου χαρις και χειλη αφρονος καταποντιουσιν αυτον
13
αρχη λογων στοματος αυτου αφροσονη και εσχατη στοματος αυτου περιφερεια πονηρα
14
και ο αφρων πληθυνει λογους ουκ εγνω ο ανθρωπος τι το γενομενον και τι το εσομενον οπισω αυτου τις αναγγελει αυτω
15
μοχθος των αφρονων κοπωσει αυτους ος ουκ εγνω του πορευθηναι εις πολιν
16
ουαι σοι πολις ης ο βασιλευς σου νεωτερος και οι αρχοντες σου εν πρωια εσθιουσιν
17
μακαρια συ γη ης ο βασιλευς σου υιος ελευθερων και οι αρχοντες σου προς καιρον φαγονται εν δυναμει και ουκ αισχυνθησονται
18
εν οκνηριαις ταπεινωθησεται η δοκωσις και εν αργια χειρων σταξει η οικια
19
εις γελωτα ποιουσιν αρτον και οινος ευφραινει ζωντας και του αργυριου επακουσεται συν τα παντα
20
και γε εν συνειδησει σου βασιλεα μη καταραση και εν ταμιειοις κοιτωνων σου μη καταραση πλουσιον οτι πετεινον του ουρανου αποισει συν την φωνην και ο εχων τας πτερυγας απαγγελει λογον