1
αποστειλον τον αρτον σου επι προσωπον του υδατος οτι εν πληθει των ημερων ευρησεις αυτον
2
δος μεριδα τοις επτα και γε τοις οκτω οτι ου γινωσκεις τι εσται πονηρον επι την γην
3
εαν πληρωθωσιν τα νεφη υετου επι την γην εκχεουσιν και εαν πεση ξυλον εν τω νοτω και εαν εν τω βορρα τοπω ου πεσειται το ξυλον εκει εσται
4
τηρων ανεμον ου σπερει και βλεπων εν ταις νεφελαις ου θερισει
5
εν οις ουκ εστιν γινωσκων τις η οδος του πνευματος ως οστα εν γαστρι της κυοφορουσης ουτως ου γνωση τα ποιηματα του θεου οσα ποιησει συν τα παντα
6
εν πρωια σπειρον το σπερμα σου και εις εσπεραν μη αφετω η χειρ σου οτι ου γινωσκεις ποιον στοιχησει η τουτο η τουτο και εαν τα δυο επι το αυτο αγαθα
7
και γλυκυ το φως και αγαθον τοις οφθαλμοις του βλεπειν συν τον ηλιον
8
οτι και εαν ετη πολλα ζησεται ο ανθρωπος εν πασιν αυτοις ευφρανθησεται και μνησθησεται τας ημερας του σκοτους οτι πολλαι εσονται παν το ερχομενον ματαιοτης
9
ευφραινου νεανισκε εν νεοτητι σου και αγαθυνατω σε η καρδια σου εν ημεραις νεοτητος σου και περιπατει εν οδοις καρδιας σου και εν ορασει οφθαλμων σου και γνωθι οτι επι πασι τουτοις αξει σε ο θεος εν κρισει
10
και αποστησον θυμον απο καρδιας σου και παραγαγε πονηριαν απο σαρκος σου οτι η νεοτης και η ανοια ματαιοτης