1
και μνησθητι του κτισαντος σε εν ημεραις νεοτητος σου εως οτου μη ελθωσιν ημεραι της κακιας και φθασωσιν ετη εν οις ερεις ουκ εστιν μοι εν αυτοις θελημα
2
εως ου μη σκοτισθη ο ηλιος και το φως και η σεληνη και οι αστερες και επιστρεψωσιν τα νεφη οπισω του υετου
3
εν ημερα η εαν σαλευθωσιν φυλακες της οικιας και διαστραφωσιν ανδρες της δυναμεως και ηργησαν αι αληθουσαι οτι ωλιγωθησαν και σκοτασουσιν αι βλεπουσαι εν ταις οπαις
4
και κλεισουσιν θυρας εν αγορα εν ασθενεια φωνης της αληθουσης και αναστησεται εις φωνην του στρουθιου και ταπεινωθησονται πασαι αι θυγατερες του ασματος
5
και γε απο υψους οψονται και θαμβοι εν τη οδω και ανθηση το αμυγδαλον και παχυνθη η ακρις και διασκεδασθη η καππαρις οτι επορευθη ο ανθρωπος εις οικον αιωνος αυτου και εκυκλωσαν εν αγορα οι κοπτομενοι
6
εως οτου μη ανατραπη σχοινιον του αργυριου και συνθλιβη ανθεμιον του χρυσιου και συντριβη υδρια επι την πηγην και συντροχαση ο τροχος επι τον λακκον
7
και επιστρεψη ο χους επι την γην ως ην και το πνευμα επιστρεψη προς τον θεον ος εδωκεν αυτο
8
ματαιοτης ματαιοτητων ειπεν ο εκκλησιαστης τα παντα ματαιοτης
9
και περισσον οτι εγενετο εκκλησιαστης σοφος ετι εδιδαξεν γνωσιν συν τον λαον και ους εξιχνιασεται κοσμιον παραβολων
10
πολλα εζητησεν εκκλησιαστης του ευρειν λογους θεληματος και γεγραμμενον ευθυτητος λογους αληθειας
11
λογοι σοφων ως τα βουκεντρα και ως ηλοι πεφυτευμενοι οι παρα των συναγματων εδοθησαν εκ ποιμενος ενος και περισσον εξ αυτων
12
υιε μου φυλαξαι ποιησαι βιβλια πολλα ουκ εστιν περασμος και μελετη πολλη κοπωσις σαρκος
13
τελος λογου το παν ακουεται τον θεον φοβου και τας εντολας αυτου φυλασσε οτι τουτο πας ο ανθρωπος
14
οτι συν παν το ποιημα ο θεος αξει εν κρισει εν παντι παρεωραμενω εαν αγαθον και εαν πονηρον .