1
ειπον εγω εν καρδια μου δευρο δη πειρασω σε εν ευφροσυνη και ιδε εν αγαθω και ιδου και γε τουτο ματαιοτης
2
τω γελωτι ειπα περιφοραν και τη ευφροσυνη τι τουτο ποιεις
3
κατεσκεψαμην εν καρδια μου του ελκυσαι εις οινον την σαρκα μου και καρδια μου ωδηγησεν εν σοφια και του κρατησαι επ' αφροσυνη εως ου ιδω ποιον το αγαθον τοις υιοις του ανθρωπου ο ποιησουσιν υπο τον ηλιον αριθμον ημερων ζωης αυτων
4
εμεγαλυνα ποιημα μου ωκοδομησα μοι οικους εφυτευσα μοι αμπελωνας
5
εποιησα μοι κηπους και παραδεισους και εφυτευσα εν αυτοις ξυλον παν καρπου
6
εποιησα μοι κολυμβηθρας υδατων του ποτισαι απ' αυτων δρυμον βλαστωντα ξυλα
7
εκτησαμην δουλους και παιδισκας και οικογενεις εγενοντο μοι και γε κτησις βουκολιου και ποιμνιου πολλη εγενετο μοι υπερ παντας τους γενομενους εμπροσθεν μου εν ιερουσαλημ
8
συνηγαγον μοι και γε αργυριον και χρυσιον και περιουσιασμους βασιλεων και των χωρων εποιησα μοι αδοντας και αδουσας και εντρυφηματα υιων του ανθρωπου οινοχοον και οινοχοας
9
και εμεγαλυνθην και προσεθηκα παρα παντας τους γενομενους εμπροσθεν μου εν ιερουσαλημ και γε σοφια μου εσταθη μοι
10
και παν ο ητησαν οι οφθαλμοι μου ουχ υφειλον απ' αυτων ουκ απεκωλυσα την καρδιαν μου απο πασης ευφροσυνης οτι καρδια μου ευφρανθη εν παντι μοχθω μου και τουτο εγενετο μερις μου απο παντος μοχθου μου
11
και επεβλεψα εγω εν πασιν ποιημασιν μου οις εποιησαν αι χειρες μου και εν μοχθω ω εμοχθησα του ποιειν και ιδου τα παντα ματαιοτης και προαιρεσις πνευματος και ουκ εστιν περισσεια υπο τον ηλιον
12
και επεβλεψα εγω του ιδειν σοφιαν και περιφοραν και αφροσυνην οτι τις ο ανθρωπος ος επελευσεται οπισω της βουλης τα οσα εποιησεν αυτην
13
και ειδον εγω οτι εστιν περισσεια τη σοφια υπερ την αφροσυνην ως περισσεια του φωτος υπερ το σκοτος
14
του σοφου οι οφθαλμοι αυτου εν κεφαλη αυτου και ο αφρων εν σκοτει πορευεται και εγνων και γε εγω οτι συναντημα εν συναντησεται τοις πασιν αυτοις
15
και ειπα εγω εν καρδια μου ως συναντημα του αφρονος και γε εμοι συναντησεται μοι και ινα τι εσοφισαμην εγω τοτε περισσον ελαλησα εν καρδια μου διοτι αφρων εκ περισσευματος λαλει οτι και γε τουτο ματαιοτης
16
οτι ουκ εστιν μνημη του σοφου μετα του αφρονος εις αιωνα καθοτι ηδη αι ημεραι αι ερχομεναι τα παντα επελησθη και πως αποθανειται ο σοφος μετα του αφρονος
17
και εμισησα συν την ζωην οτι πονηρον επ' εμε το ποιημα το πεποιημενον υπο τον ηλιον οτι τα παντα ματαιοτης και προαιρεσις πνευματος
18
και εμισησα εγω συν παντα μοχθον μου ον εγω μοχθω υπο τον ηλιον οτι αφιω αυτον τω ανθρωπω τω γινομενω μετ' εμε
19
και τις οιδεν ει σοφος εσται η αφρων και εξουσιαζεται εν παντι μοχθω μου ω εμοχθησα και ω εσοφισαμην υπο τον ηλιον και γε τουτο ματαιοτης
20
και επεστρεψα εγω του αποταξασθαι τη καρδια μου επι παντι τω μοχθω ω εμοχθησα υπο τον ηλιον
21
οτι εστιν ανθρωπος ου μοχθος αυτου εν σοφια και εν γνωσει και εν ανδρεια και ανθρωπος ος ουκ εμοχθησεν εν αυτω δωσει αυτω μεριδα αυτου και γε τουτο ματαιοτης και πονηρια μεγαλη
22
οτι τι γινεται τω ανθρωπω εν παντι μοχθω αυτου και εν προαιρεσει καρδιας αυτου ω αυτος μοχθει υπο τον ηλιον
23
οτι πασαι αι ημεραι αυτου αλγηματων και θυμου περισπασμος αυτου και γε εν νυκτι ου κοιμαται η καρδια αυτου και γε τουτο ματαιοτης εστιν
24
ουκ εστιν αγαθον εν ανθρωπω ο φαγεται και ο πιεται και ο δειξει τη ψυχη αυτου αγαθον εν μοχθω αυτου και γε τουτο ειδον εγω οτι απο χειρος του θεου εστιν
25
οτι τις φαγεται και τις φεισεται παρεξ αυτου
26
οτι τω ανθρωπω τω αγαθω προ προσωπου αυτου εδωκεν σοφιαν και γνωσιν και ευφροσυνην και τω αμαρτανοντι εδωκεν περισπασμον του προσθειναι και του συναγαγειν του δουναι τω αγαθω προ προσωπου του θεου οτι και γε τουτο ματαιοτης και προαιρεσις πνευματος