1
τοις πασιν χρονος και καιρος τω παντι πραγματι υπο τον ουρανον
2
καιρος του τεκειν και καιρος του αποθανειν καιρος του φυτευσαι και καιρος του εκτιλαι πεφυτευμενον
3
καιρος του αποκτειναι και καιρος του ιασασθαι καιρος του καθελειν και καιρος του οικοδομησαι
4
καιρος του κλαυσαι και καιρος του γελασαι καιρος του κοψασθαι και καιρος του ορχησασθαι
5
καιρος του βαλειν λιθους και καιρος του συναγαγειν λιθους καιρος του περιλαβειν και καιρος του μακρυνθηναι απο περιλημψεως
6
καιρος του ζητησαι και καιρος του απολεσαι καιρος του φυλαξαι και καιρος του εκβαλειν
7
καιρος του ρηξαι και καιρος του ραψαι καιρος του σιγαν και καιρος του λαλειν
8
καιρος του φιλησαι και καιρος του μισησαι καιρος πολεμου και καιρος ειρηνης
9
τις περισσεια του ποιουντος εν οις αυτος μοχθει
10
ειδον συν τον περισπασμον ον εδωκεν ο θεος τοις υιοις του ανθρωπου του περισπασθαι εν αυτω
11
συν τα παντα εποιησεν καλα εν καιρω αυτου και γε συν τον αιωνα εδωκεν εν καρδια αυτων οπως μη ευρη ο ανθρωπος το ποιημα ο εποιησεν ο θεος απ' αρχης και μεχρι τελους
12
εγνων οτι ουκ εστιν αγαθον εν αυτοις ει μη του ευφρανθηναι και του ποιειν αγαθον εν ζωη αυτου
13
και γε πας ο ανθρωπος ος φαγεται και πιεται και ιδη αγαθον εν παντι μοχθω αυτου δομα θεου εστιν
14
εγνων οτι παντα οσα εποιησεν ο θεος αυτα εσται εις τον αιωνα επ' αυτω ουκ εστιν προσθειναι και απ' αυτου ουκ εστιν αφελειν και ο θεος εποιησεν ινα φοβηθωσιν απο προσωπου αυτου
15
το γενομενον ηδη εστιν και οσα του γινεσθαι ηδη γεγονεν και ο θεος ζητησει τον διωκομενον
16
και ετι ειδον υπο τον ηλιον τοπον της κρισεως εκει ο ασεβης και τοπον του δικαιου εκει ο ασεβης
17
ειπα εγω εν καρδια μου συν τον δικαιον και συν τον ασεβη κρινει ο θεος οτι καιρος τω παντι πραγματι και επι παντι τω ποιηματι
18
εκει ειπα εγω εν καρδια μου περι λαλιας υιων του ανθρωπου οτι διακρινει αυτους ο θεος και του δειξαι οτι αυτοι κτηνη εισιν και γε αυτοις
19
οτι συναντημα υιων του ανθρωπου και συναντημα του κτηνους συναντημα εν αυτοις ως ο θανατος τουτου ουτως ο θανατος τουτου και πνευμα εν τοις πασιν και τι επερισσευσεν ο ανθρωπος παρα το κτηνος ουδεν οτι τα παντα ματαιοτης
20
τα παντα πορευεται εις τοπον ενα τα παντα εγενετο απο του χοος και τα παντα επιστρεφει εις τον χουν
21
και τις οιδεν πνευμα υιων του ανθρωπου ει αναβαινει αυτο εις ανω και πνευμα του κτηνους ει καταβαινει αυτο κατω εις γην
22
και ειδον οτι ουκ εστιν αγαθον ει μη ο ευφρανθησεται ο ανθρωπος εν ποιημασιν αυτου οτι αυτο μερις αυτου οτι τις αξει αυτον του ιδειν εν ω εαν γενηται μετ' αυτον