1
και επεστρεψα εγω και ειδον συν πασας τας συκοφαντιας τας γινομενας υπο τον ηλιον και ιδου δακρυον των συκοφαντουμενων και ουκ εστιν αυτοις παρακαλων και απο χειρος συκοφαντουντων αυτους ισχυς και ουκ εστιν αυτοις παρακαλων
2
και επηνεσα εγω συν τους τεθνηκοτας τους ηδη αποθανοντας υπερ τους ζωντας οσοι αυτοι ζωσιν εως του νυν
3
και αγαθος υπερ τους δυο τουτους οστις ουπω εγενετο ος ουκ ειδεν συν το ποιημα το πονηρον το πεποιημενον υπο τον ηλιον
4
και ειδον εγω συν παντα τον μοχθον και συν πασαν ανδρειαν του ποιηματος οτι αυτο ζηλος ανδρος απο του εταιρου αυτου και γε τουτο ματαιοτης και προαιρεσις πνευματος
5
ο αφρων περιελαβεν τας χειρας αυτου και εφαγεν τας σαρκας αυτου
6
αγαθον πληρωμα δρακος αναπαυσεως υπερ πληρωμα δυο δρακων μοχθου και προαιρεσεως πνευματος
7
και επεστρεψα εγω και ειδον ματαιοτητα υπο τον ηλιον
8
εστιν εις και ουκ εστιν δευτερος και γε υιος και αδελφος ουκ εστιν αυτω και ουκ εστιν περασμος τω παντι μοχθω αυτου και γε οφθαλμος αυτου ουκ εμπιπλαται πλουτου και τινι εγω μοχθω και στερισκω την ψυχην μου απο αγαθωσυνης και γε τουτο ματαιοτης και περισπασμος πονηρος εστιν
9
αγαθοι οι δυο υπερ τον ενα οις εστιν αυτοις μισθος αγαθος εν μοχθω αυτων
10
οτι εαν πεσωσιν ο εις εγερει τον μετοχον αυτου και ουαι αυτω τω ενι οταν πεση και μη η δευτερος του εγειραι αυτον
11
και γε εαν κοιμηθωσιν δυο και θερμη αυτοις και ο εις πως θερμανθη
12
και εαν επικραταιωθη ο εις οι δυο στησονται κατεναντι αυτου και το σπαρτιον το εντριτον ου ταχεως απορραγησεται
13
αγαθος παις πενης και σοφος υπερ βασιλεα πρεσβυτερον και αφρονα ος ουκ εγνω του προσεχειν ετι
14
οτι εξ οικου των δεσμιων εξελευσεται του βασιλευσαι οτι και γε εν βασιλεια αυτου εγεννηθη πενης
15
ειδον συν παντας τους ζωντας τους περιπατουντας υπο τον ηλιον μετα του νεανισκου του δευτερου ος στησεται αντ' αυτου
16
ουκ εστιν περασμος τω παντι λαω τοις πασιν οσοι εγενοντο εμπροσθεν αυτων και γε οι εσχατοι ουκ ευφρανθησονται εν αυτω οτι και γε τουτο ματαιοτης και προαιρεσις πνευματος
17
φυλαξον ποδα σου εν ω εαν πορευη εις οικον του θεου και εγγυς του ακουειν υπερ δομα των αφρονων θυσια σου οτι ουκ εισιν ειδοτες του ποιησαι κακον