1
μη σπευδε επι στοματι σου και καρδια σου μη ταχυνατω του εξενεγκαι λογον προ προσωπου του θεου οτι ο θεος εν τω ουρανω και συ επι της γης επι τουτω εστωσαν οι λογοι σου ολιγοι
2
οτι παραγινεται ενυπνιον εν πληθει περισπασμου και φωνη αφρονος εν πληθει λογων
3
καθως αν ευξη ευχην τω θεω μη χρονισης του αποδουναι αυτην οτι ουκ εστιν θελημα εν αφροσιν συν οσα εαν ευξη αποδος
4
αγαθον το μη ευξασθαι σε η το ευξασθαι σε και μη αποδουναι
5
μη δως το στομα σου του εξαμαρτησαι την σαρκα σου και μη ειπης προ προσωπου του θεου οτι αγνοια εστιν ινα μη οργισθη ο θεος επι φωνη σου και διαφθειρη τα ποιηματα χειρων σου
6
οτι εν πληθει ενυπνιων και ματαιοτητες και λογοι πολλοι οτι συν τον θεον φοβου
7
εαν συκοφαντιαν πενητος και αρπαγην κριματος και δικαιοσυνης ιδης εν χωρα μη θαυμασης επι τω πραγματι οτι υψηλος επανω υψηλου φυλαξαι και υψηλοι επ' αυτους
8
και περισσεια γης εν παντι εστι βασιλευς του αγρου ειργασμενου
9
αγαπων αργυριον ου πλησθησεται αργυριου και τις ηγαπησεν εν πληθει αυτων γενημα και γε τουτο ματαιοτης
10
εν πληθει της αγαθωσυνης επληθυνθησαν εσθοντες αυτην και τι ανδρεια τω παρ' αυτης οτι αλλ' η του οραν οφθαλμοις αυτου
11
γλυκυς υπνος του δουλου ει ολιγον και ει πολυ φαγεται και τω εμπλησθεντι του πλουτησαι ουκ εστιν αφιων αυτον του υπνωσαι
12
εστιν αρρωστια ην ειδον υπο τον ηλιον πλουτον φυλασσομενον τω παρ' αυτου εις κακιαν αυτου
13
και απολειται ο πλουτος εκεινος εν περισπασμω πονηρω και εγεννησεν υιον και ουκ εστιν εν χειρι αυτου ουδεν
14
καθως εξηλθεν απο γαστρος μητρος αυτου γυμνος επιστρεψει του πορευθηναι ως ηκει και ουδεν ου λημψεται εν μοχθω αυτου ινα πορευθη εν χειρι αυτου
15
και γε τουτο πονηρα αρρωστια ωσπερ γαρ παρεγενετο ουτως και απελευσεται και τις περισσεια αυτω η μοχθει εις ανεμον
16
και γε πασαι αι ημεραι αυτου εν σκοτει και πενθει και θυμω πολλω και αρρωστια και χολω
17
ιδου ο ειδον εγω αγαθον ο εστιν καλον του φαγειν και του πιειν και του ιδειν αγαθωσυνην εν παντι μοχθω αυτου ω εαν μοχθη υπο τον ηλιον αριθμον ημερων ζωης αυτου ων εδωκεν αυτω ο θεος οτι αυτο μερις αυτου
18
και γε πας ο ανθρωπος ω εδωκεν αυτω ο θεος πλουτον και υπαρχοντα και εξουσιασεν αυτον του φαγειν απ' αυτου και του λαβειν το μερος αυτου και του ευφρανθηναι εν μοχθω αυτου τουτο δομα θεου εστιν
19
οτι ου πολλα μνησθησεται τας ημερας της ζωης αυτου οτι ο θεος περισπα αυτον εν ευφροσυνη καρδιας αυτου