1
αγαθον ονομα υπερ ελαιον αγαθον και ημερα του θανατου υπερ ημεραν γενεσεως αυτου
2
αγαθον πορευθηναι εις οικον πενθους η οτι πορευθηναι εις οικον ποτου καθοτι τουτο τελος παντος του ανθρωπου και ο ζων δωσει εις καρδιαν αυτου
3
αγαθον θυμος υπερ γελωτα οτι εν κακια προσωπου αγαθυνθησεται καρδια
4
καρδια σοφων εν οικω πενθους και καρδια αφρονων εν οικω ευφροσυνης
5
αγαθον το ακουσαι επιτιμησιν σοφου υπερ ανδρα ακουοντα ασμα αφρονων
6
οτι ως φωνη των ακανθων υπο τον λεβητα ουτως γελως των αφρονων και γε τουτο ματαιοτης
7
οτι η συκοφαντια περιφερει σοφον και απολλυσι την καρδιαν ευτονιας αυτου
8
αγαθη εσχατη λογων υπερ αρχην αυτου αγαθον μακροθυμος υπερ υψηλον πνευματι
9
μη σπευσης εν πνευματι σου του θυμουσθαι οτι θυμος εν κολπω αφρονων αναπαυσεται
10
μη ειπης τι εγενετο οτι αι ημεραι αι προτεραι ησαν αγαθαι υπερ ταυτας οτι ουκ εν σοφια επηρωτησας περι τουτου
11
αγαθη σοφια μετα κληροδοσιας και περισσεια τοις θεωρουσιν τον ηλιον
12
οτι εν σκια αυτης η σοφια ως σκια του αργυριου και περισσεια γνωσεως της σοφιας ζωοποιησει τον παρ' αυτης
13
ιδε τα ποιηματα του θεου οτι τις δυνησεται του κοσμησαι ον αν ο θεος διαστρεψη αυτον
14
εν ημερα αγαθωσυνης ζηθι εν αγαθω και εν ημερα κακιας ιδε και γε συν τουτο συμφωνον τουτω εποιησεν ο θεος περι λαλιας ινα μη ευρη ο ανθρωπος οπισω αυτου μηδεν
15
συν τα παντα ειδον εν ημεραις ματαιοτητος μου εστιν δικαιος απολλυμενος εν δικαιω αυτου και εστιν ασεβης μενων εν κακια αυτου
16
μη γινου δικαιος πολυ και μη σοφιζου περισσα μηποτε εκπλαγης
17
μη ασεβησης πολυ και μη γινου σκληρος ινα μη αποθανης εν ου καιρω σου
18
αγαθον το αντεχεσθαι σε εν τουτω και γε απο τουτου μη ανης την χειρα σου οτι φοβουμενος τον θεον εξελευσεται τα παντα
19
η σοφια βοηθησει τω σοφω υπερ δεκα εξουσιαζοντας τους οντας εν τη πολει
20
οτι ανθρωπος ουκ εστιν δικαιος εν τη γη ος ποιησει αγαθον και ουχ αμαρτησεται
21
και γε εις παντας τους λογους ους λαλησουσιν μη θης καρδιαν σου οπως μη ακουσης του δουλου σου καταρωμενου σε
22
οτι πλειστακις πονηρευσεται σε και καθοδους πολλας κακωσει καρδιαν σου οπως και γε συ κατηρασω ετερους
23
παντα ταυτα επειρασα εν τη σοφια ειπα σοφισθησομαι
24
και αυτη εμακρυνθη απ' εμου μακραν υπερ ο ην και βαθυ βαθος τις ευρησει αυτο
25
εκυκλωσα εγω και η καρδια μου του γνωναι και του κατασκεψασθαι και ζητησαι σοφιαν και ψηφον και του γνωναι ασεβους αφροσυνην και σκληριαν και περιφοραν
26
και ευρισκω εγω πικροτερον υπερ θανατον συν την γυναικα ητις εστιν θηρευματα και σαγηναι καρδια αυτης δεσμοι χειρες αυτης αγαθος προ προσωπου του θεου εξαιρεθησεται απ' αυτης και αμαρτανων συλλημφθησεται εν αυτη
27
ιδε τουτο ευρον ειπεν ο εκκλησιαστης μια τη μια του ευρειν λογισμον
28
ον ετι εζητησεν η ψυχη μου και ουχ ευρον ανθρωπον ενα απο χιλιων ευρον και γυναικα εν πασι τουτοις ουχ ευρον
29
πλην ιδε τουτο ευρον ο εποιησεν ο θεος συν τον ανθρωπον ευθη και αυτοι εζητησαν λογισμους πολλους