1
μετα δε ταυτα εδοξασεν ο βασιλευς αρταξερξης αμαν αμαδαθου βουγαιον και υψωσεν αυτον και επρωτοβαθρει παντων των φιλων αυτου
2
και παντες οι εν τη αυλη προσεκυνουν αυτω ουτως γαρ προσεταξεν ο βασιλευς ποιησαι ο δε μαρδοχαιος ου προσεκυνει αυτω
3
και ελαλησαν οι εν τη αυλη του βασιλεως τω μαρδοχαιω μαρδοχαιε τι παρακουεις τα υπο του βασιλεως λεγομενα
4
καθ' εκαστην ημεραν ελαλουν αυτω και ουχ υπηκουεν αυτων και υπεδειξαν τω αμαν μαρδοχαιον τοις του βασιλεως λογοις αντιτασσομενον και υπεδειξεν αυτοις ο μαρδοχαιος οτι ιουδαιος εστιν
5
και επιγνους αμαν οτι ου προσκυνει αυτω μαρδοχαιος εθυμωθη σφοδρα
6
και εβουλευσατο αφανισαι παντας τους υπο την αρταξερξου βασιλειαν ιουδαιους
7
και εποιησεν ψηφισμα εν ετει δωδεκατω της βασιλειας αρταξερξου και εβαλεν κληρους ημεραν εξ ημερας και μηνα εκ μηνος ωστε απολεσαι εν μια ημερα το γενος μαρδοχαιου και επεσεν ο κληρος εις την τεσσαρεσκαιδεκατην του μηνος ος εστιν αδαρ
8
και ελαλησεν προς τον βασιλεα αρταξερξην λεγων υπαρχει εθνος διεσπαρμενον εν τοις εθνεσιν εν παση τη βασιλεια σου οι δε νομοι αυτων εξαλλοι παρα παντα τα εθνη των δε νομων του βασιλεως παρακουουσιν και ου συμφερει τω βασιλει εασαι αυτους
9
ει δοκει τω βασιλει δογματισατω απολεσαι αυτους καγω διαγραψω εις το γαζοφυλακιον του βασιλεως αργυριου ταλαντα μυρια
10
και περιελομενος ο βασιλευς τον δακτυλιον εδωκεν εις χειρα τω αμαν σφραγισαι κατα των γεγραμμενων κατα των ιουδαιων
11
και ειπεν ο βασιλευς τω αμαν το μεν αργυριον εχε τω δε εθνει χρω ως βουλει
12
και εκληθησαν οι γραμματεις του βασιλεως μηνι πρωτω τη τρισκαιδεκατη και εγραψαν ως επεταξεν αμαν τοις στρατηγοις και τοις αρχουσιν κατα πασαν χωραν απο ινδικης εως της αιθιοπιας ταις εκατον εικοσι επτα χωραις τοις τε αρχουσι των εθνων κατα την αυτων λεξιν δι' αρταξερξου του βασιλεως
13
και απεσταλη δια βιβλιαφορων εις την αρταξερξου βασιλειαν αφανισαι το γενος των ιουδαιων εν ημερα μια μηνος δωδεκατου ος εστιν αδαρ και διαρπασαι τα υπαρχοντα αυτων
14
τα δε αντιγραφα των επιστολων εξετιθετο κατα χωραν και προσεταγη πασι τοις εθνεσιν ετοιμους ειναι εις την ημεραν ταυτην
15
εσπευδετο δε το πραγμα και εις σουσαν ο δε βασιλευς και αμαν εκωθωνιζοντο εταρασσετο δε η πολις