1
εν γαρ τω δωδεκατω μηνι τρισκαιδεκατη του μηνος ος εστιν αδαρ παρην τα γραμματα τα γραφεντα υπο του βασιλεως
2
εν αυτη τη ημερα απωλοντο οι αντικειμενοι τοις ιουδαιοις ουδεις γαρ αντεστη φοβουμενος αυτους
3
οι γαρ αρχοντες των σατραπων και οι τυραννοι και οι βασιλικοι γραμματεις ετιμων τους ιουδαιους ο γαρ φοβος μαρδοχαιου ενεκειτο αυτοις
4
προσεπεσεν γαρ το προσταγμα του βασιλεως ονομασθηναι εν παση τη βασιλεια
5
6
και εν σουσοις τη πολει απεκτειναν οι ιουδαιοι ανδρας πεντακοσιους
7
τον τε φαρσαννεσταιν και δελφων και φασγα
8
και φαρδαθα και βαρεα και σαρβαχα
9
και μαρμασιμα και αρουφαιον και αρσαιον και ζαβουθαιθαν
10
τους δεκα υιους αμαν αμαδαθου βουγαιου του εχθρου των ιουδαιων και διηρπασαν
11
εν αυτη τη ημερα επεδοθη ο αριθμος τω βασιλει των απολωλοτων εν σουσοις
12
ειπεν δε ο βασιλευς προς εσθηρ απωλεσαν οι ιουδαιοι εν σουσοις τη πολει ανδρας πεντακοσιους εν δε τη περιχωρω πως οιει εχρησαντο τι ουν αξιοις ετι και εσται σοι
13
και ειπεν εσθηρ τω βασιλει δοθητω τοις ιουδαιοις χρησθαι ωσαυτως την αυριον ωστε τους δεκα υιους κρεμασαι αμαν
14
και επετρεψεν ουτως γενεσθαι και εξεθηκε τοις ιουδαιοις της πολεως τα σωματα των υιων αμαν κρεμασαι
15
και συνηχθησαν οι ιουδαιοι εν σουσοις τη τεσσαρεσκαιδεκατη του αδαρ και απεκτειναν ανδρας τριακοσιους και ουδεν διηρπασαν
16
οι δε λοιποι των ιουδαιων οι εν τη βασιλεια συνηχθησαν και εαυτοις εβοηθουν και ανεπαυσαντο απο των πολεμιων απωλεσαν γαρ αυτων μυριους πεντακισχιλιους τη τρισκαιδεκατη του αδαρ και ουδεν διηρπασαν
17
και ανεπαυσαντο τη τεσσαρεσκαιδεκατη του αυτου μηνος και ηγον αυτην ημεραν αναπαυσεως μετα χαρας και ευφροσυνης
18
οι δε ιουδαιοι οι εν σουσοις τη πολει συνηχθησαν και τη τεσσαρεσκαιδεκατη και ουκ ανεπαυσαντο ηγον δε και την πεντεκαιδεκατην μετα χαρας και ευφροσυνης
19
δια τουτο ουν οι ιουδαιοι οι διεσπαρμενοι εν παση χωρα τη εξω αγουσιν την τεσσαρεσκαιδεκατην του αδαρ ημεραν αγαθην μετ' ευφροσυνης αποστελλοντες μεριδας εκαστος τω πλησιον οι δε κατοικουντες εν ταις μητροπολεσιν και την πεντεκαιδεκατην του αδαρ ημεραν ευφροσυνην αγαθην αγουσιν εξαποστελλοντες μεριδας τοις πλησιον
20
εγραψεν δε μαρδοχαιος τους λογους τουτους εις βιβλιον και εξαπεστειλεν τοις ιουδαιοις οσοι ησαν εν τη αρταξερξου βασιλεια τοις εγγυς και τοις μακραν
21
στησαι τας ημερας ταυτας αγαθας αγειν τε την τεσσαρεσκαιδεκατην και την πεντεκαιδεκατην του αδαρ
22
εν γαρ ταυταις ταις ημεραις ανεπαυσαντο οι ιουδαιοι απο των εχθρων αυτων και τον μηνα εν ω εστραφη αυτοις ος ην αδαρ απο πενθους εις χαραν και απο οδυνης εις αγαθην ημεραν αγειν ολον αγαθας ημερας γαμων και ευφροσυνης εξαποστελλοντας μεριδας τοις φιλοις και τοις πτωχοις
23
και προσεδεξαντο οι ιουδαιοι καθως εγραψεν αυτοις ο μαρδοχαιος
24
πως αμαν αμαδαθου ο μακεδων επολεμει αυτους καθως εθετο ψηφισμα και κληρον αφανισαι αυτους
25
και ως εισηλθεν προς τον βασιλεα λεγων κρεμασαι τον μαρδοχαιον οσα δε επεχειρησεν επαξαι επι τους ιουδαιους κακα επ' αυτον εγενοντο και εκρεμασθη αυτος και τα τεκνα αυτου
26
δια τουτο επεκληθησαν αι ημεραι αυται φρουραι δια τους κληρους οτι τη διαλεκτω αυτων καλουνται φρουραι δια τους λογους της επιστολης ταυτης και οσα πεπονθασιν δια ταυτα και οσα αυτοις εγενετο
27
και εστησεν και προσεδεχοντο οι ιουδαιοι εφ' εαυτοις και επι τω σπερματι αυτων και επι τοις προστεθειμενοις επ' αυτων ουδε μην αλλως χρησονται αι δε ημεραι αυται μνημοσυνον επιτελουμενον κατα γενεαν και γενεαν και πολιν και πατριαν και χωραν
28
αι δε ημεραι αυται των φρουραι αχθησονται εις τον απαντα χρονον και το μνημοσυνον αυτων ου μη εκλιπη εκ των γενεων
29
και εγραψεν εσθηρ η βασιλισσα θυγατηρ αμιναδαβ και μαρδοχαιος ο ιουδαιος οσα εποιησαν το τε στερεωμα της επιστολης των φρουραι
30
31
και μαρδοχαιος και εσθηρ η βασιλισσα εστησαν εαυτοις καθ' εαυτων και τοτε στησαντες κατα της υγιειας αυτων και την βουλην αυτων
32
και εσθηρ λογω εστησεν εις τον αιωνα και εγραφη εις μνημοσυνον