1
και συ προσαγαγου προς σεαυτον τον τε ααρων τον αδελφον σου και τους υιους αυτου εκ των υιων ισραηλ ιερατευειν μοι ααρων και ναδαβ και αβιουδ και ελεαζαρ και ιθαμαρ υιους ααρων
2
και ποιησεις στολην αγιαν ααρων τω αδελφω σου εις τιμην και δοξαν
3
και συ λαλησον πασι τοις σοφοις τη διανοια ους ενεπλησα πνευματος αισθησεως και ποιησουσιν την στολην την αγιαν ααρων εις το αγιον εν η ιερατευσει μοι
4
και αυται αι στολαι ας ποιησουσιν το περιστηθιον και την επωμιδα και τον ποδηρη και χιτωνα κοσυμβωτον και κιδαριν και ζωνην και ποιησουσιν στολας αγιας ααρων και τοις υιοις αυτου εις το ιερατευειν μοι
5
και αυτοι λημψονται το χρυσιον και την υακινθον και την πορφυραν και το κοκκινον και την βυσσον
6
και ποιησουσιν την επωμιδα εκ βυσσου κεκλωσμενης εργον υφαντον ποικιλτου
7
δυο επωμιδες συνεχουσαι εσονται αυτω ετερα την ετεραν επι τοις δυσι μερεσιν εξηρτημεναι
8
και το υφασμα των επωμιδων ο εστιν επ' αυτω κατα την ποιησιν εξ αυτου εσται εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης
9
και λημψη τους δυο λιθους λιθους σμαραγδου και γλυψεις εν αυτοις τα ονοματα των υιων ισραηλ
10
εξ ονοματα επι τον λιθον τον ενα και τα εξ ονοματα τα λοιπα επι τον λιθον τον δευτερον κατα τας γενεσεις αυτων
11
εργον λιθουργικης τεχνης γλυμμα σφραγιδος διαγλυψεις τους δυο λιθους επι τοις ονομασιν των υιων ισραηλ
12
και θησεις τους δυο λιθους επι των ωμων της επωμιδος λιθοι μνημοσυνου εισιν τοις υιοις ισραηλ και αναλημψεται ααρων τα ονοματα των υιων ισραηλ εναντι κυριου επι των δυο ωμων αυτου μνημοσυνον περι αυτων
13
και ποιησεις ασπιδισκας εκ χρυσιου καθαρου
14
και ποιησεις δυο κροσσωτα εκ χρυσιου καθαρου καταμεμιγμενα εν ανθεσιν εργον πλοκης και επιθησεις τα κροσσωτα τα πεπλεγμενα επι τας ασπιδισκας κατα τας παρωμιδας αυτων εκ των εμπροσθιων
15
και ποιησεις λογειον των κρισεων εργον ποικιλτου κατα τον ρυθμον της επωμιδος ποιησεις αυτο εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου κεκλωσμενης ποιησεις αυτο
16
τετραγωνον εσται διπλουν σπιθαμης το μηκος και σπιθαμης το ευρος
17
και καθυφανεις εν αυτω υφασμα καταλιθον τετραστιχον στιχος λιθων εσται σαρδιον τοπαζιον και σμαραγδος ο στιχος ο εις
18
και ο στιχος ο δευτερος ανθραξ και σαπφειρος και ιασπις
19
και ο στιχος ο τριτος λιγυριον αχατης και αμεθυστος
20
και ο στιχος ο τεταρτος χρυσολιθος και βηρυλλιον και ονυχιον περικεκαλυμμενα χρυσιω συνδεδεμενα εν χρυσιω εστωσαν κατα στιχον αυτων
21
και οι λιθοι εστωσαν εκ των ονοματων των υιων ισραηλ δεκα δυο κατα τα ονοματα αυτων γλυφαι σφραγιδων εκαστος κατα το ονομα εστωσαν εις δεκα δυο φυλας
22
και ποιησεις επι το λογειον κροσσους συμπεπλεγμενους εργον αλυσιδωτον εκ χρυσιου καθαρου
29
και λημψεται ααρων τα ονοματα των υιων ισραηλ επι του λογειου της κρισεως επι του στηθους εισιοντι εις το αγιον μνημοσυνον εναντι του θεου [29α] και θησεις επι το λογειον της κρισεως τους κροσσους τα αλυσιδωτα επ' αμφοτερων των κλιτων του λογειου επιθησεις και τας δυο ασπιδισκας επιθησεις επ' αμφοτερους τους ωμους της επωμιδος κατα προσωπον
30
και επιθησεις επι το λογειον της κρισεως την δηλωσιν και την αληθειαν και εσται επι του στηθους ααρων οταν εισπορευηται εις το αγιον εναντιον κυριου και οισει ααρων τας κρισεις των υιων ισραηλ επι του στηθους εναντιον κυριου δια παντος
31
και ποιησεις υποδυτην ποδηρη ολον υακινθινον
32
και εσται το περιστομιον εξ αυτου μεσον ωαν εχον κυκλω του περιστομιου εργον υφαντου την συμβολην συνυφασμενην εξ αυτου ινα μη ραγη
33
και ποιησεις επι το λωμα του υποδυτου κατωθεν ωσει εξανθουσης ροας ροισκους εξ υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης επι του λωματος του υποδυτου κυκλω το αυτο δε ειδος ροισκους χρυσους και κωδωνας ανα μεσον τουτων περικυκλω
34
παρα ροισκον χρυσουν κωδωνα και ανθινον επι του λωματος του υποδυτου κυκλω
35
και εσται ααρων εν τω λειτουργειν ακουστη η φωνη αυτου εισιοντι εις το αγιον εναντιον κυριου και εξιοντι ινα μη αποθανη
36
και ποιησεις πεταλον χρυσουν καθαρον και εκτυπωσεις εν αυτω εκτυπωμα σφραγιδος αγιασμα κυριου
37
και επιθησεις αυτο επι υακινθου κεκλωσμενης και εσται επι της μιτρας κατα προσωπον της μιτρας εσται
38
και εσται επι του μετωπου ααρων και εξαρει ααρων τα αμαρτηματα των αγιων οσα αν αγιασωσιν οι υιοι ισραηλ παντος δοματος των αγιων αυτων και εσται επι του μετωπου ααρων δια παντος δεκτον αυτοις εναντι κυριου
39
και οι κοσυμβοι των χιτωνων εκ βυσσου και ποιησεις κιδαριν βυσσινην και ζωνην ποιησεις εργον ποικιλτου
40
και τοις υιοις ααρων ποιησεις χιτωνας και ζωνας και κιδαρεις ποιησεις αυτοις εις τιμην και δοξαν
41
και ενδυσεις αυτα ααρων τον αδελφον σου και τους υιους αυτου μετ' αυτου και χρισεις αυτους και εμπλησεις αυτων τας χειρας και αγιασεις αυτους ινα ιερατευωσιν μοι
42
και ποιησεις αυτοις περισκελη λινα καλυψαι ασχημοσυνην χρωτος αυτων απο οσφυος εως μηρων εσται
43
και εξει ααρων αυτα και οι υιοι αυτου ως αν εισπορευωνται εις την σκηνην του μαρτυριου η οταν προσπορευωνται λειτουργειν προς το θυσιαστηριον του αγιου και ουκ επαξονται προς εαυτους αμαρτιαν ινα μη αποθανωσιν νομιμον αιωνιον αυτω και τω σπερματι αυτου μετ' αυτον