1
και συνηθροισεν μωυσης πασαν συναγωγην υιων ισραηλ και ειπεν προς αυτους ουτοι οι λογοι ους ειπεν κυριος ποιησαι αυτους
2
εξ ημερας ποιησεις εργα τη δε ημερα τη εβδομη καταπαυσις αγιον σαββατα αναπαυσις κυριω πας ο ποιων εργον εν αυτη τελευτατω
3
ου καυσετε πυρ εν παση κατοικια υμων τη ημερα των σαββατων εγω κυριος
4
και ειπεν μωυσης προς πασαν συναγωγην υιων ισραηλ λεγων τουτο το ρημα ο συνεταξεν κυριος λεγων
5
λαβετε παρ' υμων αυτων αφαιρεμα κυριω πας ο καταδεχομενος τη καρδια οισουσιν τας απαρχας κυριω χρυσιον αργυριον χαλκον
6
υακινθον πορφυραν κοκκινον διπλουν διανενησμενον και βυσσον κεκλωσμενην και τριχας αιγειας
7
και δερματα κριων ηρυθροδανωμενα και δερματα υακινθινα και ξυλα ασηπτα
9
και λιθους σαρδιου και λιθους εις την γλυφην εις την επωμιδα και τον ποδηρη
10
και πας σοφος τη καρδια εν υμιν ελθων εργαζεσθω παντα οσα συνεταξεν κυριος
11
την σκηνην και τα παραρρυματα και τα καλυμματα και τα διατονια και τους μοχλους και τους στυλους
12
και την κιβωτον του μαρτυριου και τους αναφορεις αυτης και το ιλαστηριον αυτης και το καταπετασμα [12α] και τα ιστια της αυλης και τους στυλους αυτης και τους λιθους της σμαραγδου και το θυμιαμα και το ελαιον του χρισματος
13
και την τραπεζαν και παντα τα σκευη αυτης
14
και την λυχνιαν του φωτος και παντα τα σκευη αυτης
16
και το θυσιαστηριον και παντα τα σκευη αυτου
19
και τας στολας τας αγιας ααρων του ιερεως και τας στολας εν αις λειτουργησουσιν εν αυταις και τους χιτωνας τοις υιοις ααρων της ιερατειας και το ελαιον του χρισματος και το θυμιαμα της συνθεσεως
20
και εξηλθεν πασα συναγωγη υιων ισραηλ απο μωυση
21
και ηνεγκαν εκαστος ων εφερεν αυτων η καρδια και οσοις εδοξεν τη ψυχη αυτων ηνεγκαν αφαιρεμα κυριω εις παντα τα εργα της σκηνης του μαρτυριου και εις παντα τα κατεργα αυτης και εις πασας τας στολας του αγιου
22
και ηνεγκαν οι ανδρες παρα των γυναικων πας ω εδοξεν τη διανοια ηνεγκαν σφραγιδας και ενωτια και δακτυλιους και εμπλοκια και περιδεξια παν σκευος χρυσουν και παντες οσοι ηνεγκαν αφαιρεματα χρυσιου κυριω
23
και παρ' ω ευρεθη βυσσος και δερματα υακινθινα και δερματα κριων ηρυθροδανωμενα ηνεγκαν
24
και πας ο αφαιρων αφαιρεμα αργυριον και χαλκον ηνεγκαν τα αφαιρεματα κυριω και παρ' οις ευρεθη ξυλα ασηπτα εις παντα τα εργα της κατασκευης ηνεγκαν
25
και πασα γυνη σοφη τη διανοια ταις χερσιν νηθειν ηνεγκαν νενησμενα την υακινθον και την πορφυραν και το κοκκινον και την βυσσον
26
και πασαι αι γυναικες αις εδοξεν τη διανοια αυτων εν σοφια ενησαν τας τριχας τας αιγειας
27
και οι αρχοντες ηνεγκαν τους λιθους της σμαραγδου και τους λιθους της πληρωσεως εις την επωμιδα και εις το λογειον
28
και τας συνθεσεις και το ελαιον της χρισεως και την συνθεσιν του θυμιαματος
29
και πας ανηρ και γυνη ων εφερεν η διανοια αυτων εισελθοντας ποιειν παντα τα εργα οσα συνεταξεν κυριος ποιησαι αυτα δια μωυση ηνεγκαν οι υιοι ισραηλ αφαιρεμα κυριω
30
και ειπεν μωυσης τοις υιοις ισραηλ ιδου ανακεκληκεν ο θεος εξ ονοματος τον βεσελεηλ τον του ουριου τον ωρ εκ φυλης ιουδα
31
και ενεπλησεν αυτον πνευμα θειον σοφιας και συνεσεως και επιστημης παντων
32
αρχιτεκτονειν κατα παντα τα εργα της αρχιτεκτονιας ποιειν το χρυσιον και το αργυριον και τον χαλκον
33
και λιθουργησαι τον λιθον και κατεργαζεσθαι τα ξυλα και ποιειν εν παντι εργω σοφιας
34
και προβιβασαι γε εδωκεν αυτω εν τη διανοια αυτω τε και ελιαβ τω του αχισαμακ εκ φυλης δαν
35
ενεπλησεν αυτους σοφιας και συνεσεως διανοιας παντα συνιεναι ποιησαι τα εργα του αγιου και τα υφαντα και ποικιλτα υφαναι τω κοκκινω και τη βυσσω ποιειν παν εργον αρχιτεκτονιας ποικιλιας