1
και ελαλησεν κυριος προς μωυσην λεγων
2
εν ημερα μια του μηνος του πρωτου νουμηνια στησεις την σκηνην του μαρτυριου
3
και θησεις την κιβωτον του μαρτυριου και σκεπασεις την κιβωτον τω καταπετασματι
4
και εισοισεις την τραπεζαν και προθησεις την προθεσιν αυτης και εισοισεις την λυχνιαν και επιθησεις τους λυχνους αυτης
5
και θησεις το θυσιαστηριον το χρυσουν εις το θυμιαν εναντιον της κιβωτου και επιθησεις καλυμμα καταπετασματος επι την θυραν της σκηνης του μαρτυριου
6
και το θυσιαστηριον των καρπωματων θησεις παρα τας θυρας της σκηνης του μαρτυριου
8
και περιθησεις την σκηνην και παντα τα αυτης αγιασεις κυκλω
9
και λημψη το ελαιον του χρισματος και χρισεις την σκηνην και παντα τα εν αυτη και αγιασεις αυτην και παντα τα σκευη αυτης και εσται αγια
10
και χρισεις το θυσιαστηριον των καρπωματων και παντα αυτου τα σκευη και αγιασεις το θυσιαστηριον και εσται το θυσιαστηριον αγιον των αγιων
12
και προσαξεις ααρων και τους υιους αυτου επι τας θυρας της σκηνης του μαρτυριου και λουσεις αυτους υδατι
13
και ενδυσεις ααρων τας στολας τας αγιας και χρισεις αυτον και αγιασεις αυτον και ιερατευσει μοι
14
και τους υιους αυτου προσαξεις και ενδυσεις αυτους χιτωνας
15
και αλειψεις αυτους ον τροπον ηλειψας τον πατερα αυτων και ιερατευσουσιν μοι και εσται ωστε ειναι αυτοις χρισμα ιερατειας εις τον αιωνα εις τας γενεας αυτων
16
και εποιησεν μωυσης παντα οσα ενετειλατο αυτω κυριος ουτως εποιησεν
17
και εγενετο εν τω μηνι τω πρωτω τω δευτερω ετει εκπορευομενων αυτων εξ αιγυπτου νουμηνια εσταθη η σκηνη
18
και εστησεν μωυσης την σκηνην και επεθηκεν τας κεφαλιδας και διενεβαλεν τους μοχλους και εστησεν τους στυλους
19
και εξετεινεν τας αυλαιας επι την σκηνην και επεθηκεν το κατακαλυμμα της σκηνης επ' αυτης ανωθεν καθα συνεταξεν κυριος τω μωυση
20
και λαβων τα μαρτυρια ενεβαλεν εις την κιβωτον και υπεθηκεν τους διωστηρας υπο την κιβωτον
21
και εισηνεγκεν την κιβωτον εις την σκηνην και επεθηκεν το κατακαλυμμα του καταπετασματος και εσκεπασεν την κιβωτον του μαρτυριου ον τροπον συνεταξεν κυριος τω μωυση
22
και εθηκεν την τραπεζαν εις την σκηνην του μαρτυριου επι το κλιτος της σκηνης του μαρτυριου το προς βορραν εξωθεν του καταπετασματος της σκηνης
23
και προεθηκεν επ' αυτης αρτους της προθεσεως εναντι κυριου ον τροπον συνεταξεν κυριος τω μωυση
24
και εθηκεν την λυχνιαν εις την σκηνην του μαρτυριου εις το κλιτος της σκηνης το προς νοτον
25
και επεθηκεν τους λυχνους αυτης εναντι κυριου ον τροπον συνεταξεν κυριος τω μωυση
26
και εθηκεν το θυσιαστηριον το χρυσουν εν τη σκηνη του μαρτυριου απεναντι του καταπετασματος
27
και εθυμιασεν επ' αυτου το θυμιαμα της συνθεσεως καθαπερ συνεταξεν κυριος τω μωυση
29
και το θυσιαστηριον των καρπωματων εθηκεν παρα τας θυρας της σκηνης
33
και εστησεν την αυλην κυκλω της σκηνης και του θυσιαστηριου και συνετελεσεν μωυσης παντα τα εργα
34
και εκαλυψεν η νεφελη την σκηνην του μαρτυριου και δοξης κυριου επλησθη η σκηνη
35
και ουκ ηδυνασθη μωυσης εισελθειν εις την σκηνην του μαρτυριου οτι επεσκιαζεν επ' αυτην η νεφελη και δοξης κυριου επλησθη η σκηνη
36
ηνικα δ' αν ανεβη η νεφελη απο της σκηνης ανεζευγνυσαν οι υιοι ισραηλ συν τη απαρτια αυτων
37
ει δε μη ανεβη η νεφελη ουκ ανεζευγνυσαν εως της ημερας ης ανεβη η νεφελη
38
νεφελη γαρ ην επι της σκηνης ημερας και πυρ ην επ' αυτης νυκτος εναντιον παντος ισραηλ εν πασαις ταις αναζυγαις αυτων .