1
και μεταγενεστερος τουτων βασιλευοντος αρταξερξου του περσων βασιλεως προσεβη εσδρας σαραιου του εζεριου του χελκιου του σαλημου
2
του σαδδουκου του αχιτωβ του αμαριου του οζιου του βοκκα του αβισουε του φινεες του ελεαζαρ του ααρων του πρωτου ιερεως
3
ουτος εσδρας ανεβη εκ βαβυλωνος ως γραμματευς ευφυης ων εν τω μωυσεως νομω τω εκδεδομενω υπο του θεου του ισραηλ
4
και εδωκεν αυτω ο βασιλευς δοξαν ευροντος χαριν εναντιον αυτου επι παντα τα αξιωματα αυτου
5
και συνανεβησαν εκ των υιων ισραηλ και των ιερεων και λευιτων και ιεροψαλτων και θυρωρων και ιεροδουλων εις ιεροσολυμα ετους εβδομου βασιλευοντος αρταξερξου εν τω πεμπτω μηνι ουτος ενιαυτος εβδομος τω βασιλει
6
εξελθοντες γαρ εκ βαβυλωνος τη νουμηνια του πρωτου μηνος εν τη νουμηνια του πεμπτου μηνος παρεγενοντο εις ιεροσολυμα κατα την δοθεισαν αυτοις ευοδιαν παρα του κυριου επ' αυτω
7
ο γαρ εσδρας πολλην επιστημην περιειχεν εις το μηδεν παραλιπειν των εκ του νομου κυριου και εκ των εντολων διδαξαι τον παντα ισραηλ παντα τα δικαιωματα και τα κριματα
8
προσπεσοντος δε του γραφεντος προσταγματος παρα αρταξερξου του βασιλεως προς εσδραν τον ιερεα και αναγνωστην του νομου κυριου ου εστιν αντιγραφον το υποκειμενον
9
βασιλευς αρταξερξης εσδρα τω ιερει και αναγνωστη του νομου κυριου χαιρειν
10
και τα φιλανθρωπα εγω κρινας προσεταξα τους βουλομενους εκ του εθνους των ιουδαιων αιρετιζοντας και των ιερεων και των λευιτων και των δε εν τη ημετερα βασιλεια συμπορευεσθαι σοι εις ιερουσαλημ
11
οσοι ουν ενθυμουνται συνεξορματωσαν καθαπερ δεδοκται εμοι τε και τοις επτα φιλοις συμβουλευταις
12
οπως επισκεψωνται τα κατα την ιουδαιαν και ιερουσαλημ ακολουθως ω εχει εν τω νομω του κυριου
13
και απενεγκειν δωρα τω κυριω του ισραηλ α ηυξαμην εγω τε και οι φιλοι εις ιερουσαλημ και παν χρυσιον και αργυριον ο εαν ευρεθη εν τη χωρα της βαβυλωνιας τω κυριω εις ιερουσαλημ συν τω δεδωρημενω υπο του εθνους εις το ιερον του κυριου αυτων το εν ιερουσαλημ
14
συναχθηναι το τε χρυσιον και αργυριον εις ταυρους και κριους και αρνας και τα τουτοις ακολουθα
15
ωστε προσενεγκειν θυσιας επι το θυσιαστηριον του κυριου αυτων το εν ιερουσαλημ
16
και παντα οσα αν βουλη μετα των αδελφων σου ποιησαι χρυσιω και αργυριω επιτελει κατα το θελημα του θεου σου
17
και τα ιερα σκευη του κυριου τα διδομενα σοι εις την χρειαν του ιερου του θεου σου του εν ιερουσαλημ
18
και τα λοιπα οσα αν υποπιπτη σοι εις την χρειαν του ιερου του θεου σου δωσεις εκ του βασιλικου γαζοφυλακιου
19
καγω δε αρταξερξης ο βασιλευς προσεταξα τοις γαζοφυλαξι συριας και φοινικης ινα οσα αν αποστειλη εσδρας ο ιερευς και αναγνωστης του νομου του θεου του υψιστου επιμελως διδωσιν αυτω εως αργυριου ταλαντων εκατον
20
ομοιως δε και εως πυρου κορων εκατον και οινου μετρητων εκατον και αλα εκ πληθους
21
παντα τα κατα τον του θεου νομον επιτελεσθητω επιμελως τω θεω τω υψιστω ενεκα του μη γενεσθαι οργην εις την βασιλειαν του βασιλεως και των υιων
22
και υμιν δε λεγεται οπως πασι τοις ιερευσιν και τοις λευιταις και ιεροψαλταις και θυρωροις και ιεροδουλοις και πραγματικοις του ιερου τουτου μηδεμια φορολογια μηδε αλλη επιβολη γιγνηται και εξουσιαν μηδενα εχειν επιβαλειν τι τουτοις
23
και συ εσδρα κατα την σοφιαν του θεου αναδειξον κριτας και δικαστας οπως δικαζωσιν εν ολη συρια και φοινικη παντας τους επισταμενους τον νομον του θεου σου και τους μη επισταμενους δε διδαξεις
24
και παντες οσοι εαν παραβαινωσι τον νομον του θεου σου και τον βασιλικον επιμελως κολασθησονται εαν τε και θανατω εαν τε και τιμωρια η αργυρικη ζημια η απαγωγη
25
ευλογητος μονος ο κυριος ο δους ταυτα εις την καρδιαν του βασιλεως δοξασαι τον οικον αυτου τον εν ιερουσαλημ
26
και εμε ετιμησεν εναντι του βασιλεως και των συμβουλευοντων και παντων των φιλων και μεγιστανων αυτου
27
και εγω ευθαρσης εγενομην κατα την αντιλημψιν κυριου του θεου μου και συνηγαγον εκ του ισραηλ ανδρας ωστε συναναβηναι μοι
28
και ουτοι οι προηγουμενοι κατα τας πατριας αυτων και τας μεριδαρχιας οι αναβαντες μετ' εμου εκ βαβυλωνος εν τη βασιλεια αρταξερξου του βασιλεως
29
εκ των υιων φινεες γαρσομος εκ των υιων ιεταμαρου γαμηλος εκ των υιων δαυιδ αττους ο σεχενιου
30
εκ των υιων φορος ζαχαριας και μετ' αυτου απο γραφης ανδρες εκατον πεντηκοντα
31
εκ των υιων φααθμωαβ ελιαωνιας ζαραιου και μετ' αυτου ανδρες διακοσιοι
32
εκ των υιων ζαθοης σεχενιας ιεζηλου και μετ' αυτου ανδρες τριακοσιοι εκ των υιων αδινου βην-ιωναθου και μετ' αυτου ανδρες διακοσιοι πεντηκοντα
33
εκ των υιων ηλαμ ιεσιας γοθολιου και μετ' αυτου ανδρες εβδομηκοντα
34
εκ των υιων σαφατιου ζαραιας μιχαηλου και μετ' αυτου ανδρες εβδομηκοντα
35
εκ των υιων ιωαβ αβαδιας ιεζηλου και μετ' αυτου ανδρες διακοσιοι δεκα δυο
36
εκ των υιων βανι ασσαλιμωθ ιωσαφιου και μετ' αυτου ανδρες εκατον εξηκοντα
37
εκ των υιων βαβι ζαχαριας βηβαι και μετ' αυτου ανδρες εικοσι οκτω
38
εκ των υιων ασγαθ ιωανης ακαταν και μετ' αυτου ανδρες εκατον δεκα
39
εκ των υιων αδωνικαμ οι εσχατοι και ταυτα τα ονοματα αυτων ελιφαλατος ιεουηλ και σαμαιας και μετ' αυτων ανδρες εβδομηκοντα
40
εκ των υιων βαγο ουθι ο του ισταλκουρου και μετ' αυτου ανδρες εβδομηκοντα
41
και συνηγαγον αυτους επι τον λεγομενον θεραν ποταμον και παρενεβαλομεν αυτοθι ημερας τρεις και κατεμαθον αυτους
42
και εκ των υιων των ιερεων και εκ των λευιτων ουχ ευρων εκει
43
απεστειλα προς ελεαζαρον και ιδουηλον και μαασμαν και ελναταν και σαμαιαν και ιωριβον ναθαν ενναταν ζαχαριαν και μεσολαμον τους ηγουμενους και επιστημονας
44
και ειπα αυτοις ελθειν προς αδδαιον τον ηγουμενον τον εν τω τοπω του γαζοφυλακιου
45
εντειλαμενος αυτοις διαλεγηναι αδδαιω και τοις αδελφοις αυτου και τοις εν τω τοπω γαζοφυλαξιν αποστειλαι ημιν τους ιερατευσοντας εν τω οικω του κυριου ημων
46
και ηγαγον ημιν κατα την κραταιαν χειρα του κυριου ημων ανδρας επιστημονας των υιων μοολι του λευι του ισραηλ ασεβηβιαν και τους υιους και τους αδελφους δεκα οκτω
47
και ασεβιαν και αννουνον και ωσαιαν αδελφον εκ των υιων χανουναιου και οι υιοι αυτων ανδρες εικοσι
48
και εκ των ιεροδουλων ων εδωκεν δαυιδ και οι ηγουμενοι εις την εργασιαν των λευιτων ιεροδουλοι διακοσιοι εικοσι παντων εσημανθη η ονοματογραφια
49
και ευξαμην εκει νηστειαν τοις νεανισκοις εναντι του κυριου ημων
50
ζητησαι παρ' αυτου ευοδιαν ημιν τε και τοις συνουσιν ημιν τεκνοις ημων και κτηνεσιν
51
ενετραπην γαρ αιτησαι τον βασιλεα πεζους τε και ιππεις και προπομπην ενεκεν ασφαλειας της προς τους εναντιουμενους ημιν
52
ειπαμεν γαρ τω βασιλει οτι ισχυς του κυριου ημων εσται μετα των επιζητουντων αυτον εις πασαν επανορθωσιν
53
και παλιν εδεηθημεν του κυριου ημων κατα ταυτα και ευιλατου ετυχομεν
54
και εχωρισα των φυλαρχων των ιερεων ανδρας δεκα δυο και σερεβιαν και ασαβιαν και μετ' αυτων εκ των αδελφων αυτων ανδρας δεκα
55
και εστησα αυτοις το αργυριον και το χρυσιον και τα ιερα σκευη του οικου του κυριου ημων α αυτος εδωρησατο ο βασιλευς και οι συμβουλοι αυτου και οι μεγιστανες και πας ισραηλ
56
και στησας παρεδωκα αυτοις αργυριου ταλαντα εξακοσια πεντηκοντα και σκευη αργυρα ταλαντων εκατον και χρυσιου ταλαντα εκατον και χρυσωματα εικοσι και σκευη χαλκα απο χρηστου χαλκου στιλβοντα χρυσοειδη σκευη δωδεκα
57
και ειπα αυτοις και υμεις αγιοι εστε τω κυριω και τα σκευη αγια και το αργυριον και το χρυσιον ευχη τω κυριω κυριω των πατερων ημων
58
αγρυπνειτε και φυλασσετε εως του παραδουναι αυτα υμας τοις φυλαρχοις των ιερεων και των λευιτων και τοις ηγουμενοις των πατριων του ισραηλ εν ιερουσαλημ εν τοις παστοφοριοις του οικου του κυριου ημων
59
και οι παραλαβοντες οι ιερεις και οι λευιται το αργυριον και το χρυσιον και τα σκευη τα εν ιερουσαλημ εισηνεγκαν εις το ιερον του κυριου
60
και αναζευξαντες απο του ποταμου θερα τη δωδεκατη του πρωτου μηνος εισηλθομεν εις ιερουσαλημ κατα την κραταιαν χειρα του κυριου ημων την εφ' ημιν και ερρυσατο ημας επι της εισοδου απο παντος εχθρου και ηλθομεν εις ιερουσαλημ
61
και γενομενης αυτοθι ημερας τριτης σταθεν το αργυριον και το χρυσιον παρεδοθη εν τω οικω του κυριου ημων μαρμωθι ουρια ιερει
62
και μετ' αυτου ελεαζαρ ο του φινεες και ησαν μετ' αυτων ιωσαβδος ιησου και μωεθ σαβαννου οι λευιται προς αριθμον και ολκην απαντα και εγραφη πασα η ολκη αυτων αυτη τη ωρα
63
οι δε παραγενομενοι εκ της αιχμαλωσιας προσηνεγκαν θυσιας τω θεω του ισραηλ κυριω ταυρους δωδεκα υπερ παντος ισραηλ κριους ενενηκοντα εξ αρνας εβδομηκοντα δυο τραγους υπερ σωτηριου δεκα δυο απαντα θυσιαν τω κυριω
64
και απεδωκαν τα προσταγματα του βασιλεως τοις βασιλικοις οικονομοις και τοις επαρχοις κοιλης συριας και φοινικης και εδοξασαν το εθνος και το ιερον του κυριου
65
και τουτων τελεσθεντων προσηλθοσαν μοι οι ηγουμενοι λεγοντες
66
ουκ εχωρισαν το εθνος του ισραηλ και οι αρχοντες και οι ιερεις και οι λευιται τα αλλογενη εθνη της γης και τας ακαθαρσιας αυτων χαναναιων και χετταιων και φερεζαιων και ιεβουσαιων και μωαβιτων και αιγυπτιων και ιδουμαιων
67
συνωκησαν γαρ μετα των θυγατερων αυτων και αυτοι και οι υιοι αυτων και επεμιγη το σπερμα το αγιον εις τα αλλογενη εθνη της γης και μετειχον οι προηγουμενοι και οι μεγιστανες της ανομιας ταυτης απο της αρχης του πραγματος
68
και αμα τω ακουσαι με ταυτα διερρηξα τα ιματια και την ιεραν εσθητα και κατετιλα του τριχωματος της κεφαλης και του πωγωνος και εκαθισα συννους και περιλυπος
69
και επισυνηχθησαν προς με οσοι ποτε επεκινουντο τω ρηματι κυριου του ισραηλ εμου πενθουντος επι τη ανομια και εκαθημην περιλυπος εως της δειλινης θυσιας
70
και εξεγερθεις εκ της νηστειας διερρηγμενα εχων τα ιματια και την ιεραν εσθητα καμψας τα γονατα και εκτεινας τας χειρας προς τον κυριον ελεγον
71
κυριε ησχυμμαι εντετραμμαι κατα προσωπον σου
72
αι γαρ αμαρτιαι ημων επλεονασαν υπερ τας κεφαλας ημων αι δε αγνοιαι ημων υπερηνεγκαν εως του ουρανου
73
απο των χρονων των πατερων ημων και εσμεν εν μεγαλη αμαρτια εως της ημερας ταυτης
74
και δια τας αμαρτιας ημων και των πατερων ημων παρεδοθημεν συν τοις αδελφοις ημων και συν τοις βασιλευσιν ημων και συν τοις ιερευσιν ημων τοις βασιλευσιν της γης εις ρομφαιαν και αιχμαλωσιαν και προνομην μετα αισχυνης μεχρι της σημερον ημερας
75
και νυν κατα ποσον τι εγενηθη ημιν ελεος παρα σου κυριε καταλειφθηναι ημιν ριζαν και ονομα εν τω τοπω του αγιασματος σου
76
και του ανακαλυψαι φωστηρα ημων εν τω οικω του κυριου ημων δουναι ημιν τροφην εν τω καιρω της δουλειας ημων
77
και εν τω δουλευειν ημας ουκ εγκατελειφθημεν υπο του κυριου ημων αλλα εποιησεν ημας εν χαριτι ενωπιον των βασιλεων περσων
78
δουναι ημιν τροφην και δοξασαι το ιερον του κυριου ημων και εγειραι την ερημον σιων δουναι ημιν στερεωμα εν τη ιουδαια και ιερουσαλημ
79
και νυν τι ερουμεν κυριε εχοντες ταυτα παρεβημεν γαρ τα προσταγματα σου α εδωκας εν χειρι των παιδων σου των προφητων λεγων οτι
80
η γη εις ην εισερχεσθε κληρονομησαι εστιν γη μεμολυσμενη μολυσμω των αλλογενων της γης και της ακαθαρσιας αυτων ενεπλησαν αυτην
81
και νυν τας θυγατερας υμων μη συνοικισητε τοις υιοις αυτων και τας θυγατερας αυτων μη λαβητε τοις υιοις υμων
82
και ου ζητησετε ειρηνευσαι τα προς αυτους τον απαντα χρονον ινα ισχυσαντες φαγητε τα αγαθα της γης και κατακληρονομησητε τοις υιοις υμων εως αιωνος
83
και τα συμβαινοντα παντα ημιν γιγνεται δια τα εργα ημων τα πονηρα και τας μεγαλας αμαρτιας ημων
84
συ γαρ κυριε εκουφισας τας αμαρτιας ημων και εδωκας ημιν τοιαυτην ριζαν παλιν ανεκαμψαμεν παραβηναι τον νομον σου εις το επιμιγηναι τη ακαθαρσια των εθνων της γης
85
ουχι ωργισθης ημιν απολεσαι ημας εως του μη καταλιπειν ριζαν και σπερμα και ονομα ημων
86
κυριε του ισραηλ αληθινος ει κατελειφθημεν γαρ ριζα εν τη σημερον
87
ιδου νυν εσμεν ενωπιον σου εν ταις ανομιαις ημων ου γαρ εστιν στηναι ετι εμπροσθεν σου επι τουτοις
88
και οτε προσευχομενος εσδρας ανθωμολογειτο κλαιων χαμαιπετης εμπροσθεν του ιερου επισυνηχθησαν προς αυτον απο ιερουσαλημ οχλος πολυς σφοδρα ανδρες και γυναικες και νεανιαι κλαυθμος γαρ ην μεγας εν τω πληθει
89
και φωνησας ιεχονιας ιεηλου των υιων ισραηλ ειπεν εσδρα ημεις ημαρτομεν εις τον κυριον και συνωκισαμεν γυναικας αλλογενεις εκ των εθνων της γης και νυν εστιν ελπις τω ισραηλ
90
εν τουτω γενεσθω ημιν ορκωμοσια προς τον κυριον εκβαλειν πασας τας γυναικας ημων τας εκ των αλλογενων συν τοις τεκνοις αυτων ως εκριθη σοι και οσοι πειθαρχουσιν τω νομω του κυριου
91
αναστας επιτελει προς σε γαρ το πραγμα και ημεις μετα σου ισχυν ποιειν
92
και αναστας εσδρας ωρκισεν τους φυλαρχους των ιερεων και λευιτων παντος του ισραηλ ποιησαι κατα ταυτα και ωμοσαν