1
και αναστας εσδρας απο της αυλης του ιερου επορευθη εις το παστοφοριον ιωαναν του ελιασιβου
2
και αυλισθεις εκει αρτου ουκ εγευσατο ουδε υδωρ επιεν πενθων υπερ των ανομιων των μεγαλων του πληθους
3
και εγενετο κηρυγμα εν ολη τη ιουδαια και ιερουσαλημ πασι τοις εκ της αιχμαλωσιας συναχθηναι εις ιερουσαλημ
4
και οσοι αν μη απαντησωσιν εν δυσιν η τρισιν ημεραις κατα το κριμα των προκαθημενων πρεσβυτερων ανιερωθησονται τα κτηνη αυτων και αυτος αλλοτριωθησεται απο του πληθους της αιχμαλωσιας
5
και επισυνηχθησαν οι εκ της φυλης ιουδα και βενιαμιν εν τρισιν ημεραις εις ιερουσαλημ ουτος ο μην ενατος τη εικαδι του μηνος
6
και συνεκαθισαν παν το πληθος εν τη ευρυχωρω του ιερου τρεμοντες δια τον ενεστωτα χειμωνα
7
και αναστας εσδρας ειπεν αυτοις υμεις ηνομησατε και συνωκισατε γυναικας αλλογενεις του προσθειναι αμαρτιαν τω ισραηλ
8
και νυν δοτε ομολογιαν δοξαν τω κυριω θεω των πατερων ημων
9
και ποιησατε το θελημα αυτου και χωρισθητε απο των εθνων της γης και απο των γυναικων των αλλογενων
10
και εφωνησαν απαν το πληθος και ειπον μεγαλη τη φωνη ουτως ως ειρηκας ποιησομεν
11
αλλα το πληθος πολυ και η ωρα χειμερινη και ουκ ισχυομεν στηναι αιθριοι και ουχ ευρομεν και το εργον ημιν ουκ εστιν ημερας μιας ουδε δυο επι πλειον γαρ ημαρτομεν εν τουτοις
12
στητωσαν δε οι προηγουμενοι του πληθους και παντες οι εκ των κατοικιων ημων οσοι εχουσιν γυναικας αλλογενεις παραγενηθητωσαν λαβοντες χρονον
13
και εκαστου δε τοπου τους πρεσβυτερους και τους κριτας εως του λυσαι την οργην του κυριου αφ' ημων του πραγματος τουτου
14
ιωναθας αζαηλου και ιεζιας θοκανου επεδεξαντο κατα ταυτα και μοσολλαμος και λευις και σαββαταιος συνεβραβευσαν αυτοις
15
και εποιησαν κατα παντα ταυτα οι εκ της αιχμαλωσιας
16
και επελεξατο εαυτω εσδρας ο ιερευς ανδρας ηγουμενους των πατριων αυτων κατ' ονομα παντας και συνεκαθισαν τη νουμηνια του μηνος του δεκατου ετασαι το πραγμα
17
και ηχθη επι περας τα κατα τους ανδρας τους επισυνεχοντας γυναικας αλλογενεις εως της νουμηνιας του πρωτου μηνος
18
και ευρεθησαν των ιερεων οι επισυναχθεντες αλλογενεις γυναικας εχοντες
19
εκ των υιων ιησου του ιωσεδεκ και των αδελφων μασηας και ελεαζαρος και ιωριβος και ιωδανος
20
και επεβαλον τας χειρας εκβαλειν τας γυναικας αυτων και εις εξιλασμον κριους υπερ της αγνοιας αυτων
21
και εκ των υιων εμμηρ ανανιας και ζαβδαιος και μανης και σαμαιος και ιιηλ και αζαριας
22
και εκ των υιων φαισουρ ελιωναις μασσιας ισμαηλος και ναθαναηλος και ωκιδηλος και σαλθας
23
και εκ των λευιτων ιωζαβδος και σεμεις και κωλιος ουτος καλιτας και παθαιος και ωουδας και ιωανας
24
εκ των ιεροψαλτων ελιασιβος βακχουρος
25
εκ των θυρωρων σαλλουμος και τολβανης
26
εκ του ισραηλ εκ των υιων φορος ιερμας και ιεζιας και μελχιας και μιαμινος και ελεαζαρος και ασιβιας και βανναιας
27
εκ των υιων ηλαμ ματανιας και ζαχαριας ιεζριηλος και ωβαδιος και ιερεμωθ και ηλιας
28
και εκ των υιων ζαμοθ ελιαδας ελιασιμος οθονιας ιαριμωθ και σαβαθος και ζερδαιας
29
και εκ των υιων βηβαι ιωαννης και ανανιας και ζαβδος και εμαθις
30
και εκ των υιων μανι ωλαμος μαμουχος ιεδαιος ιασουβος και ασαηλος και ιερεμωθ
31
και εκ των υιων αδδι νααθος και μοοσσιας λακκουνος και ναιδος και βεσκασπασμυς και σεσθηλ και βαλνουος και μανασσηας
32
και εκ των υιων ανναν ελιωνας και ασαιας και μελχιας και σαββαιας και σιμων χοσαμαιος
33
και εκ των υιων ασομ μαλτανναιος και ματταθιας και σαβανναιους και ελιφαλατ και μανασσης και σεμει
34
και εκ των υιων βαανι ιερεμιας μομδιος μαηρος ιουηλ μαμδαι και πεδιας και ανως καραβασιων και ελιασιβος και μαμνιταναιμος ελιασις βαννους ελιαλις σομεις σελεμιας ναθανιας και εκ των υιων εζωρα σεσσις εζριλ αζαηλος σαματος ζαμβρις ιωσηπος
35
και εκ των υιων νοομα μαζιτιας ζαβαδαιας ηδαις ιουηλ βαναιας
36
παντες ουτοι συνωκισαν γυναικας αλλογενεις και απελυσαν αυτας συν τεκνοις
37
και κατωκησαν οι ιερεις και οι λευιται και οι εκ του ισραηλ εν ιερουσαλημ και εν τη χωρα τη νουμηνια του εβδομου μηνος και οι υιοι ισραηλ εν ταις κατοικιαις αυτων
38
και συνηχθη παν το πληθος ομοθυμαδον επι το ευρυχωρον του προς ανατολας του ιερου πυλωνος
39
και ειπον εσδρα τω αρχιερει και αναγνωστη κομισαι τον νομον μωυσεως τον παραδοθεντα υπο του κυριου θεου ισραηλ
40
και εκομισεν εσδρας ο αρχιερευς τον νομον παντι τω πληθει απο ανθρωπου εως γυναικος και πασιν τοις ιερευσιν ακουσαι του νομου νουμηνια του εβδομου μηνος
41
και ανεγιγνωσκεν εν τω προ του ιερου πυλωνος ευρυχωρω απο ορθρου εως μεσημβρινου ενωπιον ανδρων τε και γυναικων και επεδωκαν παν το πληθος τον νουν εις τον νομον
42
και εστη εσδρας ο ιερευς και αναγνωστης του νομου επι του ξυλινου βηματος του κατασκευασθεντος
43
και εστησαν παρ' αυτω ματταθιας σαμμους ανανιας αζαριας ουριας εζεκιας βααλσαμος εκ δεξιων
44
και εξ ευωνυμων φαδαιος μισαηλ μελχιας λωθασουβος ναβαριας ζαχαριας
45
και αναλαβων εσδρας το βιβλιον του νομου ενωπιον του πληθους προεκαθητο γαρ επιδοξως ενωπιον παντων
46
και εν τω λυσαι τον νομον παντες ορθοι εστησαν και ευλογησεν εσδρας τω κυριω θεω υψιστω θεω σαβαωθ παντοκρατορι
47
και επεφωνησεν παν το πληθος αμην και αραντες ανω τας χειρας προσπεσοντες επι την γην προσεκυνησαν τω κυριω
48
ιησους και αννιουθ και σαραβιας ιαδινος ιακουβος σαββαταιος αυταιας μαιαννας και καλιτας αζαριας και ιωζαβδος ανανιας φαλιας οι λευιται εδιδασκον τον νομον κυριου και προς το πληθος ανεγινωσκον τον νομον του κυριου εμφυσιουντες αμα την αναγνωσιν
49
και ειπεν ατταρατης εσδρα τω αρχιερει και αναγνωστη και τοις λευιταις τοις διδασκουσι το πληθος επι παντας
50
η ημερα αυτη εστιν αγια τω κυριω και παντες εκλαιον εν τω ακουσαι του νομου
51
βαδισαντες ουν φαγετε λιπασματα και πιετε γλυκασματα και αποστειλατε αποστολας τοις μη εχουσιν
52
αγια γαρ η ημερα τω κυριω και μη λυπεισθε ο γαρ κυριος δοξασει υμας
53
και οι λευιται εκελευον τω δημω παντι λεγοντες η ημερα αυτη αγια μη λυπεισθε
54
και ωχοντο παντες φαγειν και πιειν και ευφραινεσθαι και δουναι αποστολας τοις μη εχουσιν και ευφρανθηναι μεγαλως
55
οτι και ενεφυσιωθησαν εν τοις ρημασιν οις εδιδαχθησαν και επισυνηχθησαν .