1
και κυριος επεσκεψατο την σαρραν καθα ειπεν και εποιησεν κυριος τη σαρρα καθα ελαλησεν
2
και συλλαβουσα ετεκεν σαρρα τω αβρααμ υιον εις το γηρας εις τον καιρον καθα ελαλησεν αυτω κυριος
3
και εκαλεσεν αβρααμ το ονομα του υιου αυτου του γενομενου αυτω ον ετεκεν αυτω σαρρα ισαακ
4
περιετεμεν δε αβρααμ τον ισαακ τη ογδοη ημερα καθα ενετειλατο αυτω ο θεος
5
αβρααμ δε ην εκατον ετων ηνικα εγενετο αυτω ισαακ ο υιος αυτου
6
ειπεν δε σαρρα γελωτα μοι εποιησεν κυριος ος γαρ αν ακουση συγχαρειται μοι
7
και ειπεν τις αναγγελει τω αβρααμ οτι θηλαζει παιδιον σαρρα οτι ετεκον υιον εν τω γηρει μου
8
και ηυξηθη το παιδιον και απεγαλακτισθη και εποιησεν αβρααμ δοχην μεγαλην η ημερα απεγαλακτισθη ισαακ ο υιος αυτου
9
ιδουσα δε σαρρα τον υιον αγαρ της αιγυπτιας ος εγενετο τω αβρααμ παιζοντα μετα ισαακ του υιου αυτης
10
και ειπεν τω αβρααμ εκβαλε την παιδισκην ταυτην και τον υιον αυτης ου γαρ κληρονομησει ο υιος της παιδισκης ταυτης μετα του υιου μου ισαακ
11
σκληρον δε εφανη το ρημα σφοδρα εναντιον αβρααμ περι του υιου αυτου
12
ειπεν δε ο θεος τω αβρααμ μη σκληρον εστω το ρημα εναντιον σου περι του παιδιου και περι της παιδισκης παντα οσα εαν ειπη σοι σαρρα ακουε της φωνης αυτης οτι εν ισαακ κληθησεται σοι σπερμα
13
και τον υιον δε της παιδισκης ταυτης εις εθνος μεγα ποιησω αυτον οτι σπερμα σον εστιν
14
ανεστη δε αβρααμ το πρωι και ελαβεν αρτους και ασκον υδατος και εδωκεν αγαρ και επεθηκεν επι τον ωμον και το παιδιον και απεστειλεν αυτην απελθουσα δε επλανατο την ερημον κατα το φρεαρ του ορκου
15
εξελιπεν δε το υδωρ εκ του ασκου και ερριψεν το παιδιον υποκατω μιας ελατης
16
απελθουσα δε εκαθητο απεναντι αυτου μακροθεν ωσει τοξου βολην ειπεν γαρ ου μη ιδω τον θανατον του παιδιου μου και εκαθισεν απεναντι αυτου αναβοησαν δε το παιδιον εκλαυσεν
17
εισηκουσεν δε ο θεος της φωνης του παιδιου εκ του τοπου ου ην και εκαλεσεν αγγελος του θεου την αγαρ εκ του ουρανου και ειπεν αυτη τι εστιν αγαρ μη φοβου επακηκοεν γαρ ο θεος της φωνης του παιδιου σου εκ του τοπου ου εστιν
18
αναστηθι λαβε το παιδιον και κρατησον τη χειρι σου αυτο εις γαρ εθνος μεγα ποιησω αυτον
19
και ανεωξεν ο θεος τους οφθαλμους αυτης και ειδεν φρεαρ υδατος ζωντος και επορευθη και επλησεν τον ασκον υδατος και εποτισεν το παιδιον
20
και ην ο θεος μετα του παιδιου και ηυξηθη και κατωκησεν εν τη ερημω εγενετο δε τοξοτης
21
και κατωκησεν εν τη ερημω τη φαραν και ελαβεν αυτω η μητηρ γυναικα εκ γης αιγυπτου
22
εγενετο δε εν τω καιρω εκεινω και ειπεν αβιμελεχ και οχοζαθ ο νυμφαγωγος αυτου και φικολ ο αρχιστρατηγος της δυναμεως αυτου προς αβρααμ λεγων ο θεος μετα σου εν πασιν οις εαν ποιης
23
νυν ουν ομοσον μοι τον θεον μη αδικησειν με μηδε το σπερμα μου μηδε το ονομα μου αλλα κατα την δικαιοσυνην ην εποιησα μετα σου ποιησεις μετ' εμου και τη γη η συ παρωκησας εν αυτη
24
και ειπεν αβρααμ εγω ομουμαι
25
και ηλεγξεν αβρααμ τον αβιμελεχ περι των φρεατων του υδατος ων αφειλαντο οι παιδες του αβιμελεχ
26
και ειπεν αυτω αβιμελεχ ουκ εγνων τις εποιησεν το πραγμα τουτο ουδε συ μοι απηγγειλας ουδε εγω ηκουσα αλλ' η σημερον
27
και ελαβεν αβρααμ προβατα και μοσχους και εδωκεν τω αβιμελεχ και διεθεντο αμφοτεροι διαθηκην
28
και εστησεν αβρααμ επτα αμναδας προβατων μονας
29
και ειπεν αβιμελεχ τω αβρααμ τι εισιν αι επτα αμναδες των προβατων τουτων ας εστησας μονας
30
και ειπεν αβρααμ οτι τας επτα αμναδας ταυτας λημψη παρ' εμου ινα ωσιν μοι εις μαρτυριον οτι εγω ωρυξα το φρεαρ τουτο
31
δια τουτο επωνομασεν το ονομα του τοπου εκεινου φρεαρ ορκισμου οτι εκει ωμοσαν αμφοτεροι
32
και διεθεντο διαθηκην εν τω φρεατι του ορκου ανεστη δε αβιμελεχ και οχοζαθ ο νυμφαγωγος αυτου και φικολ ο αρχιστρατηγος της δυναμεως αυτου και επεστρεψαν εις την γην των φυλιστιιμ
33
και εφυτευσεν αβρααμ αρουραν επι τω φρεατι του ορκου και επεκαλεσατο εκει το ονομα κυριου θεος αιωνιος
34
παρωκησεν δε αβρααμ εν τη γη των φυλιστιιμ ημερας πολλας