1
προσευχη αμβακουμ του προφητου μετα ωδης
2
κυριε εισακηκοα την ακοην σου και εφοβηθην κατενοησα τα εργα σου και εξεστην εν μεσω δυο ζωων γνωσθηση εν τω εγγιζειν τα ετη επιγνωσθηση εν τω παρειναι τον καιρον αναδειχθηση εν τω ταραχθηναι την ψυχην μου εν οργη ελεους μνησθηση
3
ο θεος εκ θαιμαν ηξει και ο αγιος εξ ορους κατασκιου δασεος διαψαλμα εκαλυψεν ουρανους η αρετη αυτου και αινεσεως αυτου πληρης η γη
4
και φεγγος αυτου ως φως εσται κερατα εν χερσιν αυτου και εθετο αγαπησιν κραταιαν ισχυος αυτου
5
προ προσωπου αυτου πορευσεται λογος και εξελευσεται εν πεδιλοις οι ποδες αυτου
6
εστη και εσαλευθη η γη επεβλεψεν και διετακη εθνη διεθρυβη τα ορη βια ετακησαν βουνοι αιωνιοι
7
πορειας αιωνιας αυτου αντι κοπων ειδον σκηνωματα αιθιοπων πτοηθησονται και αι σκηναι γης μαδιαμ
8
μη εν ποταμοις ωργισθης κυριε η εν ποταμοις ο θυμος σου η εν θαλασση το ορμημα σου οτι επιβηση επι τους ιππους σου και η ιππασια σου σωτηρια
9
εντεινων εντενεις το τοξον σου επι τα σκηπτρα λεγει κυριος διαψαλμα ποταμων ραγησεται γη
10
οψονται σε και ωδινησουσιν λαοι σκορπιζων υδατα πορειας αυτου εδωκεν η αβυσσος φωνην αυτης υψος φαντασιας αυτης
11
επηρθη ο ηλιος και η σεληνη εστη εν τη ταξει αυτης εις φως βολιδες σου πορευσονται εις φεγγος αστραπης οπλων σου
12
εν απειλη ολιγωσεις γην και εν θυμω καταξεις εθνη
13
εξηλθες εις σωτηριαν λαου σου του σωσαι τους χριστους σου εβαλες εις κεφαλας ανομων θανατον εξηγειρας δεσμους εως τραχηλου διαψαλμα
14
διεκοψας εν εκστασει κεφαλας δυναστων σεισθησονται εν αυτη διανοιξουσιν χαλινους αυτων ως εσθων πτωχος λαθρα
15
και επεβιβασας εις θαλασσαν τους ιππους σου ταρασσοντας υδωρ πολυ
16
εφυλαξαμην και επτοηθη η κοιλια μου απο φωνης προσευχης χειλεων μου και εισηλθεν τρομος εις τα οστα μου και υποκατωθεν μου εταραχθη η εξις μου αναπαυσομαι εν ημερα θλιψεως του αναβηναι εις λαον παροικιας μου
17
διοτι συκη ου καρποφορησει και ουκ εσται γενηματα εν ταις αμπελοις ψευσεται εργον ελαιας και τα πεδια ου ποιησει βρωσιν εξελιπον απο βρωσεως προβατα και ουχ υπαρχουσιν βοες επι φατναις
18
εγω δε εν τω κυριω αγαλλιασομαι χαρησομαι επι τω θεω τω σωτηρι μου
19
κυριος ο θεος δυναμις μου και ταξει τους ποδας μου εις συντελειαν επι τα υψηλα επιβιβα με του νικησαι εν τη ωδη αυτου .