1
αφανισθησεται σαμαρεια οτι αντεστη προς τον θεον αυτης εν ρομφαια πεσουνται αυτοι και τα υποτιτθια αυτων εδαφισθησονται και αι εν γαστρι εχουσαι αυτων διαρραγησονται
2
επιστραφητι ισραηλ προς κυριον τον θεον σου διοτι ησθενησας εν ταις αδικιαις σου
3
λαβετε μεθ' εαυτων λογους και επιστραφητε προς κυριον τον θεον υμων ειπατε αυτω οπως μη λαβητε αδικιαν και λαβητε αγαθα και ανταποδωσομεν καρπον χειλεων ημων
4
ασσουρ ου μη σωση ημας εφ' ιππον ουκ αναβησομεθα ουκετι μη ειπωμεν θεοι ημων τοις εργοις των χειρων ημων ο εν σοι ελεησει ορφανον
5
ιασομαι τας κατοικιας αυτων αγαπησω αυτους ομολογως οτι απεστρεψεν η οργη μου απ' αυτων
6
εσομαι ως δροσος τω ισραηλ ανθησει ως κρινον και βαλει τας ριζας αυτου ως ο λιβανος
7
πορευσονται οι κλαδοι αυτου και εσται ως ελαια κατακαρπος και η οσφρασια αυτου ως λιβανου
8
επιστρεψουσιν και καθιουνται υπο την σκεπην αυτου ζησονται και μεθυσθησονται σιτω και εξανθησει ως αμπελος το μνημοσυνον αυτου ως οινος λιβανου
9
τω εφραιμ τι αυτω ετι και ειδωλοις εγω εταπεινωσα αυτον και εγω κατισχυσω αυτον εγω ως αρκευθος πυκαζουσα εξ εμου ο καρπος σου ευρηται
10
τις σοφος και συνησει ταυτα η συνετος και επιγνωσεται αυτα διοτι ευθειαι αι οδοι του κυριου και δικαιοι πορευσονται εν αυταις οι δε ασεβεις ασθενησουσιν εν αυταις .