1
και ην ο αριθμος των υιων ισραηλ ως η αμμος της θαλασσης η ουκ εκμετρηθησεται ουδε εξαριθμηθησεται και εσται εν τω τοπω ου ερρεθη αυτοις ου λαος μου υμεις εκει κληθησονται υιοι θεου ζωντος
2
και συναχθησονται οι υιοι ιουδα και οι υιοι ισραηλ επι το αυτο και θησονται εαυτοις αρχην μιαν και αναβησονται εκ της γης οτι μεγαλη η ημερα του ιεζραελ
3
ειπατε τω αδελφω υμων λαος-μου και τη αδελφη υμων ηλεημενη
4
κριθητε προς την μητερα υμων κριθητε οτι αυτη ου γυνη μου και εγω ουκ ανηρ αυτης και εξαρω την πορνειαν αυτης εκ προσωπου μου και την μοιχειαν αυτης εκ μεσου μαστων αυτης
5
οπως αν εκδυσω αυτην γυμνην και αποκαταστησω αυτην καθως ημερα γενεσεως αυτης και θησομαι αυτην ως ερημον και ταξω αυτην ως γην ανυδρον και αποκτενω αυτην εν διψει
6
και τα τεκνα αυτης ου μη ελεησω οτι τεκνα πορνειας εστιν
7
οτι εξεπορνευσεν η μητηρ αυτων κατησχυνεν η τεκουσα αυτα ειπεν γαρ ακολουθησω οπισω των εραστων μου των διδοντων μοι τους αρτους μου και το υδωρ μου και τα ιματια μου και τα οθονια μου και το ελαιον μου και παντα οσα μοι καθηκει
8
δια τουτο ιδου εγω φρασσω την οδον αυτης εν σκολοψιν και ανοικοδομησω τας οδους αυτης και την τριβον αυτης ου μη ευρη
9
και καταδιωξεται τους εραστας αυτης και ου μη καταλαβη αυτους και ζητησει αυτους και ου μη ευρη αυτους και ερει πορευσομαι και επιστρεψω προς τον ανδρα μου τον προτερον οτι καλως μοι ην τοτε η νυν
10
και αυτη ουκ εγνω οτι εγω δεδωκα αυτη τον σιτον και τον οινον και το ελαιον και αργυριον επληθυνα αυτη αυτη δε αργυρα και χρυσα εποιησεν τη βααλ
11
δια τουτο επιστρεψω και κομιουμαι τον σιτον μου καθ' ωραν αυτου και τον οινον μου εν καιρω αυτου και αφελουμαι τα ιματια μου και τα οθονια μου του μη καλυπτειν την ασχημοσυνην αυτης
12
και νυν αποκαλυψω την ακαθαρσιαν αυτης ενωπιον των εραστων αυτης και ουδεις ου μη εξεληται αυτην εκ χειρος μου
13
και αποστρεψω πασας τας ευφροσυνας αυτης εορτας αυτης και τας νουμηνιας αυτης και τα σαββατα αυτης και πασας τας πανηγυρεις αυτης
14
και αφανιω αμπελον αυτης και τας συκας αυτης οσα ειπεν μισθωματα μου ταυτα εστιν α εδωκαν μοι οι ερασται μου και θησομαι αυτα εις μαρτυριον και καταφαγεται αυτα τα θηρια του αγρου και τα πετεινα του ουρανου και τα ερπετα της γης
15
και εκδικησω επ' αυτην τας ημερας των βααλιμ εν αις επεθυεν αυτοις και περιετιθετο τα ενωτια αυτης και τα καθορμια αυτης και επορευετο οπισω των εραστων αυτης εμου δε επελαθετο λεγει κυριος
16
δια τουτο ιδου εγω πλανω αυτην και ταξω αυτην εις ερημον και λαλησω επι την καρδιαν αυτης
17
και δωσω αυτη τα κτηματα αυτης εκειθεν και την κοιλαδα αχωρ διανοιξαι συνεσιν αυτης και ταπεινωθησεται εκει κατα τας ημερας νηπιοτητος αυτης και κατα τας ημερας αναβασεως αυτης εκ γης αιγυπτου
18
και εσται εν εκεινη τη ημερα λεγει κυριος καλεσει με ο ανηρ μου και ου καλεσει με ετι βααλιμ
19
και εξαρω τα ονοματα των βααλιμ εκ στοματος αυτης και ου μη μνησθωσιν ουκετι τα ονοματα αυτων
20
και διαθησομαι αυτοις εν εκεινη τη ημερα διαθηκην μετα των θηριων του αγρου και μετα των πετεινων του ουρανου και μετα των ερπετων της γης και τοξον και ρομφαιαν και πολεμον συντριψω απο της γης και κατοικιω σε επ' ελπιδι
21
και μνηστευσομαι σε εμαυτω εις τον αιωνα και μνηστευσομαι σε εμαυτω εν δικαιοσυνη και εν κριματι και εν ελεει και εν οικτιρμοις
22
και μνηστευσομαι σε εμαυτω εν πιστει και επιγνωση τον κυριον
23
και εσται εν εκεινη τη ημερα λεγει κυριος επακουσομαι τω ουρανω και ο ουρανος επακουσεται τη γη
24
και η γη επακουσεται τον σιτον και τον οινον και το ελαιον και αυτα επακουσεται τω ιεζραελ
25
και σπερω αυτην εμαυτω επι της γης και ελεησω την ουκ-ηλεημενην και ερω τω ου-λαω-μου λαος μου ει συ και αυτος ερει κυριος ο θεος μου ει συ