1
ουαι τοις γραφουσιν πονηριαν γραφοντες γαρ πονηριαν γραφουσιν
2
εκκλινοντες κρισιν πτωχων αρπαζοντες κριμα πενητων του λαου μου ωστε ειναι αυτοις χηραν εις αρπαγην και ορφανον εις προνομην
3
και τι ποιησουσιν εν τη ημερα της επισκοπης η γαρ θλιψις υμιν πορρωθεν ηξει και προς τινα καταφευξεσθε του βοηθηθηναι και που καταλειψετε την δοξαν υμων
4
του μη εμπεσειν εις επαγωγην επι πασι τουτοις ουκ απεστραφη ο θυμος αλλ' ετι η χειρ υψηλη
5
ουαι ασσυριοις η ραβδος του θυμου μου και οργης εστιν εν ταις χερσιν αυτων
6
την οργην μου εις εθνος ανομον αποστελω και τω εμω λαω συνταξω ποιησαι σκυλα και προνομην και καταπατειν τας πολεις και θειναι αυτας εις κονιορτον
7
αυτος δε ουχ ουτως ενεθυμηθη και τη ψυχη ουχ ουτως λελογισται αλλα απαλλαξει ο νους αυτου και του εθνη εξολεθρευσαι ουκ ολιγα
8
και εαν ειπωσιν αυτω συ μονος ει αρχων
9
και ερει ουκ ελαβον την χωραν την επανω βαβυλωνος και χαλαννη ου ο πυργος ωκοδομηθη και ελαβον αραβιαν και δαμασκον και σαμαρειαν
10
ον τροπον ταυτας ελαβον εν τη χειρι μου και πασας τας αρχας λημψομαι ολολυξατε τα γλυπτα εν ιερουσαλημ και εν σαμαρεια
11
ον τροπον γαρ εποιησα σαμαρεια και τοις χειροποιητοις αυτης ουτως ποιησω και ιερουσαλημ και τοις ειδωλοις αυτης
12
και εσται οταν συντελεση κυριος παντα ποιων εν τω ορει σιων και εν ιερουσαλημ επαξει επι τον νουν τον μεγαν τον αρχοντα των ασσυριων και επι το υψος της δοξης των οφθαλμων αυτου
13
ειπεν γαρ τη ισχυι ποιησω και τη σοφια της συνεσεως αφελω ορια εθνων και την ισχυν αυτων προνομευσω και σεισω πολεις κατοικουμενας
14
και την οικουμενην ολην καταλημψομαι τη χειρι ως νοσσιαν και ως καταλελειμμενα ωα αρω και ουκ εστιν ος διαφευξεται με η αντειπη μοι
15
μη δοξασθησεται αξινη ανευ του κοπτοντος εν αυτη η υψωθησεται πριων ανευ του ελκοντος αυτον ωσαυτως εαν τις αρη ραβδον η ξυλον
16
και ουχ ουτως αλλα αποστελει κυριος σαβαωθ εις την σην τιμην ατιμιαν και εις την σην δοξαν πυρ καιομενον καυθησεται
17
και εσται το φως του ισραηλ εις πυρ και αγιασει αυτον εν πυρι καιομενω και φαγεται ωσει χορτον την υλην τη ημερα εκεινη
18
αποσβεσθησεται τα ορη και οι βουνοι και οι δρυμοι και καταφαγεται απο ψυχης εως σαρκων και εσται ο φευγων ως ο φευγων απο φλογος καιομενης
19
και οι καταλειφθεντες απ' αυτων εσονται αριθμος και παιδιον γραψει αυτους
20
και εσται εν τη ημερα εκεινη ουκετι προστεθησεται το καταλειφθεν ισραηλ και οι σωθεντες του ιακωβ ουκετι μη πεποιθοτες ωσιν επι τους αδικησαντας αυτους αλλα εσονται πεποιθοτες επι τον θεον τον αγιον του ισραηλ τη αληθεια
21
και εσται το καταλειφθεν του ιακωβ επι θεον ισχυοντα
22
και εαν γενηται ο λαος ισραηλ ως η αμμος της θαλασσης το καταλειμμα αυτων σωθησεται λογον γαρ συντελων και συντεμνων εν δικαιοσυνη
23
οτι λογον συντετμημενον ποιησει ο θεος εν τη οικουμενη ολη
24
δια τουτο ταδε λεγει κυριος σαβαωθ μη φοβου ο λαος μου οι κατοικουντες εν σιων απο ασσυριων οτι εν ραβδω παταξει σε πληγην γαρ εγω επαγω επι σε του ιδειν οδον αιγυπτου
25
ετι γαρ μικρον και παυσεται η οργη ο δε θυμος μου επι την βουλην αυτων
26
και επεγερει ο θεος επ' αυτους κατα την πληγην την μαδιαμ εν τοπω θλιψεως και ο θυμος αυτου τη οδω τη κατα θαλασσαν εις την οδον την κατ' αιγυπτον
27
και εσται εν τη ημερα εκεινη αφαιρεθησεται ο φοβος αυτου απο σου και ο ζυγος αυτου απο του ωμου σου και καταφθαρησεται ο ζυγος απο των ωμων υμων
28
ηξει γαρ εις την πολιν αγγαι και παρελευσεται εις μαγεδω και εν μαχμας θησει τα σκευη αυτου
29
και παρελευσεται φαραγγα και ηξει εις αγγαι φοβος λημψεται ραμα πολιν σαουλ φευξεται
30
η θυγατηρ γαλλιμ επακουσεται λαισα επακουσεται αναθωθ
31
εξεστη μαδεβηνα και οι κατοικουντες γιββιρ παρακαλειτε
32
σημερον εν οδω του μειναι τη χειρι παρακαλειτε το ορος την θυγατερα σιων και οι βουνοι οι εν ιερουσαλημ
33
ιδου γαρ ο δεσποτης κυριος σαβαωθ συνταρασσει τους ενδοξους μετα ισχυος και οι υψηλοι τη υβρει συντριβησονται και οι υψηλοι ταπεινωθησονται
34
και πεσουνται οι υψηλοι μαχαιρα ο δε λιβανος συν τοις υψηλοις πεσειται