1
και εξελευσεται ραβδος εκ της ριζης ιεσσαι και ανθος εκ της ριζης αναβησεται
2
και αναπαυσεται επ' αυτον πνευμα του θεου πνευμα σοφιας και συνεσεως πνευμα βουλης και ισχυος πνευμα γνωσεως και ευσεβειας
3
εμπλησει αυτον πνευμα φοβου θεου ου κατα την δοξαν κρινει ουδε κατα την λαλιαν ελεγξει
4
αλλα κρινει ταπεινω κρισιν και ελεγξει τους ταπεινους της γης και παταξει γην τω λογω του στοματος αυτου και εν πνευματι δια χειλεων ανελει ασεβη
5
και εσται δικαιοσυνη εζωσμενος την οσφυν αυτου και αληθεια ειλημενος τας πλευρας
6
και συμβοσκηθησεται λυκος μετα αρνος και παρδαλις συναναπαυσεται εριφω και μοσχαριον και ταυρος και λεων αμα βοσκηθησονται και παιδιον μικρον αξει αυτους
7
και βους και αρκος αμα βοσκηθησονται και αμα τα παιδια αυτων εσονται και λεων και βους αμα φαγονται αχυρα
8
και παιδιον νηπιον επι τρωγλην ασπιδων και επι κοιτην εκγονων ασπιδων την χειρα επιβαλει
9
και ου μη κακοποιησωσιν ουδε μη δυνωνται απολεσαι ουδενα επι το ορος το αγιον μου οτι ενεπλησθη η συμπασα του γνωναι τον κυριον ως υδωρ πολυ κατακαλυψαι θαλασσας
10
και εσται εν τη ημερα εκεινη η ριζα του ιεσσαι και ο ανισταμενος αρχειν εθνων επ' αυτω εθνη ελπιουσιν και εσται η αναπαυσις αυτου τιμη
11
και εσται τη ημερα εκεινη προσθησει κυριος του δειξαι την χειρα αυτου του ζηλωσαι το καταλειφθεν υπολοιπον του λαου ο αν καταλειφθη απο των ασσυριων και απο αιγυπτου και βαβυλωνιας και αιθιοπιας και απο αιλαμιτων και απο ηλιου ανατολων και εξ αραβιας
12
και αρει σημειον εις τα εθνη και συναξει τους απολομενους ισραηλ και τους διεσπαρμενους του ιουδα συναξει εκ των τεσσαρων πτερυγων της γης
13
και αφαιρεθησεται ο ζηλος εφραιμ και οι εχθροι ιουδα απολουνται εφραιμ ου ζηλωσει ιουδαν και ιουδας ου θλιψει εφραιμ
14
και πετασθησονται εν πλοιοις αλλοφυλων θαλασσαν αμα προνομευσουσιν και τους αφ' ηλιου ανατολων και ιδουμαιαν και επι μωαβ πρωτον τας χειρας επιβαλουσιν οι δε υιοι αμμων πρωτοι υπακουσονται
15
και ερημωσει κυριος την θαλασσαν αιγυπτου και επιβαλει την χειρα αυτου επι τον ποταμον πνευματι βιαιω και παταξει επτα φαραγγας ωστε διαπορευεσθαι αυτον εν υποδημασιν
16
και εσται διοδος τω καταλειφθεντι μου λαω εν αιγυπτω και εσται τω ισραηλ ως η ημερα οτε εξηλθεν εκ γης αιγυπτου