1
και ερεις εν τη ημερα εκεινη ευλογησω σε κυριε διοτι ωργισθης μοι και απεστρεψας τον θυμον σου και ηλεησας με
2
ιδου ο θεος μου σωτηρ μου κυριος πεποιθως εσομαι επ' αυτω και σωθησομαι εν αυτω και ου φοβηθησομαι διοτι η δοξα μου και η αινεσις μου κυριος και εγενετο μοι εις σωτηριαν
3
και αντλησετε υδωρ μετ' ευφροσυνης εκ των πηγων του σωτηριου
4
και ερεις εν τη ημερα εκεινη υμνειτε κυριον βοατε το ονομα αυτου αναγγειλατε εν τοις εθνεσιν τα ενδοξα αυτου μιμνησκεσθε οτι υψωθη το ονομα αυτου
5
υμνησατε το ονομα κυριου οτι υψηλα εποιησεν αναγγειλατε ταυτα εν παση τη γη
6
αγαλλιασθε και ευφραινεσθε οι κατοικουντες σιων οτι υψωθη ο αγιος του ισραηλ εν μεσω αυτης