1
ορασις ην ειδεν ησαιας υιος αμως κατα βαβυλωνος
2
επ' ορους πεδινου αρατε σημειον υψωσατε την φωνην αυτοις μη φοβεισθε παρακαλειτε τη χειρι ανοιξατε οι αρχοντες
3
εγω συντασσω και εγω αγω αυτους ηγιασμενοι εισιν και εγω αγω αυτους γιγαντες ερχονται πληρωσαι τον θυμον μου χαιροντες αμα και υβριζοντες
4
φωνη εθνων πολλων επι των ορεων ομοια εθνων πολλων φωνη βασιλεων και εθνων συνηγμενων κυριος σαβαωθ εντεταλται εθνει οπλομαχω
5
ερχεσθαι εκ γης πορρωθεν απ' ακρου θεμελιου του ουρανου κυριος και οι οπλομαχοι αυτου του καταφθειραι την οικουμενην ολην
6
ολολυζετε εγγυς γαρ η ημερα κυριου και συντριβη παρα του θεου ηξει
7
δια τουτο πασα χειρ εκλυθησεται και πασα ψυχη ανθρωπου δειλιασει
8
και ταραχθησονται οι πρεσβεις και ωδινες αυτους εξουσιν ως γυναικος τικτουσης και συμφορασουσιν ετερος προς τον ετερον και εκστησονται και το προσωπον αυτων ως φλοξ μεταβαλουσιν
9
ιδου γαρ ημερα κυριου ανιατος ερχεται θυμου και οργης θειναι την οικουμενην ολην ερημον και τους αμαρτωλους απολεσαι εξ αυτης
10
οι γαρ αστερες του ουρανου και ο ωριων και πας ο κοσμος του ουρανου το φως ου δωσουσιν και σκοτισθησεται του ηλιου ανατελλοντος και η σεληνη ου δωσει το φως αυτης
11
και εντελουμαι τη οικουμενη ολη κακα και τοις ασεβεσιν τας αμαρτιας αυτων και απολω υβριν ανομων και υβριν υπερηφανων ταπεινωσω
12
και εσονται οι καταλελειμμενοι εντιμοι μαλλον η το χρυσιον το απυρον και ο ανθρωπος μαλλον εντιμος εσται η ο λιθος ο εκ σουφιρ
13
ο γαρ ουρανος θυμωθησεται και η γη σεισθησεται εκ των θεμελιων αυτης δια θυμον οργης κυριου σαβαωθ τη ημερα η αν επελθη ο θυμος αυτου
14
και εσονται οι καταλελειμμενοι ως δορκαδιον φευγον και ως προβατον πλανωμενον και ουκ εσται ο συναγων ωστε ανθρωπον εις τον λαον αυτου αποστραφηναι και ανθρωπον εις την χωραν αυτου διωξαι
15
ος γαρ αν αλω ηττηθησεται και οιτινες συνηγμενοι εισιν μαχαιρα πεσουνται
16
και τα τεκνα αυτων ενωπιον αυτων ραξουσιν και τας οικιας αυτων προνομευσουσιν και τας γυναικας αυτων εξουσιν
17
ιδου επεγειρω υμιν τους μηδους οι ου λογιζονται αργυριον ουδε χρυσιου χρειαν εχουσιν
18
τοξευματα νεανισκων συντριψουσιν και τα τεκνα υμων ου μη ελεησωσιν ουδε επι τοις τεκνοις ου φεισονται οι οφθαλμοι αυτων
19
και εσται βαβυλων η καλειται ενδοξος υπο βασιλεως χαλδαιων ον τροπον κατεστρεψεν ο θεος σοδομα και γομορρα
20
ου κατοικηθησεται εις τον αιωνα χρονον ουδε μη εισελθωσιν εις αυτην δια πολλων γενεων ουδε μη διελθωσιν αυτην αραβες ουδε ποιμενες ου μη αναπαυσωνται εν αυτη
21
και αναπαυσονται εκει θηρια και εμπλησθησονται αι οικιαι ηχου και αναπαυσονται εκει σειρηνες και δαιμονια εκει ορχησονται
22
και ονοκενταυροι εκει κατοικησουσιν και νοσσοποιησουσιν εχινοι εν τοις οικοις αυτων ταχυ ερχεται και ου χρονιει