1
το ρημα το κατα της μωαβιτιδος νυκτος απολειται η μωαβιτις νυκτος γαρ απολειται το τειχος της μωαβιτιδος
2
λυπεισθε εφ' εαυτοις απολειται γαρ και δηβων ου ο βωμος υμων εκει αναβησεσθε κλαιειν επι ναβαυ της μωαβιτιδος ολολυζετε επι πασης κεφαλης φαλακρωμα παντες βραχιονες κατατετμημενοι
3
εν ταις πλατειαις αυτης περιζωσασθε σακκους και κοπτεσθε επι των δωματων αυτης και εν ταις ρυμαις αυτης παντες ολολυζετε μετα κλαυθμου
4
οτι κεκραγεν εσεβων και ελεαλη εως ιασσα ηκουσθη η φωνη αυτων δια τουτο η οσφυς της μωαβιτιδος βοα η ψυχη αυτης γνωσεται
5
η καρδια της μωαβιτιδος βοα εν αυτη εως σηγωρ δαμαλις γαρ εστιν τριετης επι δε της αναβασεως της λουιθ προς σε κλαιοντες αναβησονται τη οδω αρωνιιμ βοα συντριμμα και σεισμος
6
το υδωρ της νεμριμ ερημον εσται και ο χορτος αυτης εκλειψει χορτος γαρ χλωρος ουκ εσται
7
μη και ουτως μελλει σωθηναι επαξω γαρ επι την φαραγγα αραβας και λημψονται αυτην
8
συνηψεν γαρ η βοη το οριον της μωαβιτιδος της αγαλλιμ και ολολυγμος αυτης εως του φρεατος του αιλιμ
9
το δε υδωρ το ρεμμων πλησθησεται αιματος επαξω γαρ επι ρεμμων αραβας και αρω το σπερμα μωαβ και αριηλ και το καταλοιπον αδαμα