1
το ρημα το κατα δαμασκου ιδου δαμασκος αρθησεται απο πολεων και εσται εις πτωσιν
2
καταλελειμμενη εις τον αιωνα εις κοιτην ποιμνιων και αναπαυσιν και ουκ εσται ο διωκων
3
και ουκετι εσται οχυρα του καταφυγειν εφραιμ και ουκετι εσται βασιλεια εν δαμασκω και το λοιπον των συρων απολειται ου γαρ συ βελτιων ει των υιων ισραηλ και της δοξης αυτων ταδε λεγει κυριος σαβαωθ
4
εσται εν τη ημερα εκεινη εκλειψις της δοξης ιακωβ και τα πιονα της δοξης αυτου σεισθησεται
5
και εσται ον τροπον εαν τις συναγαγη αμητον εστηκοτα και σπερμα σταχυων εν τω βραχιονι αυτου αμηση και εσται ον τροπον εαν τις συναγαγη σταχυν εν φαραγγι στερεα
6
και καταλειφθη εν αυτη καλαμη η ως ρωγες ελαιας δυο η τρεις επ' ακρου μετεωρου η τεσσαρες η πεντε επι των κλαδων αυτων καταλειφθη ταδε λεγει κυριος ο θεος ισραηλ
7
τη ημερα εκεινη πεποιθως εσται ανθρωπος επι τω ποιησαντι αυτον οι δε οφθαλμοι αυτου εις τον αγιον του ισραηλ εμβλεψονται
8
και ου μη πεποιθοτες ωσιν επι τοις βωμοις ουδε επι τοις εργοις των χειρων αυτων α εποιησαν οι δακτυλοι αυτων και ουκ οψονται τα δενδρα αυτων ουδε τα βδελυγματα αυτων
9
τη ημερα εκεινη εσονται αι πολεις σου εγκαταλελειμμεναι ον τροπον εγκατελιπον οι αμορραιοι και οι ευαιοι απο προσωπου των υιων ισραηλ και εσονται ερημοι
10
διοτι κατελιπες τον θεον τον σωτηρα σου και κυριου του βοηθου σου ουκ εμνησθης δια τουτο φυτευσεις φυτευμα απιστον και σπερμα απιστον
11
τη δε ημερα η αν φυτευσης πλανηθηση το δε πρωι εαν σπειρης ανθησει εις αμητον η αν ημερα κληρωση και ως πατηρ ανθρωπου κληρωση τοις υιοις σου
12
ουαι πληθος εθνων πολλων ως θαλασσα κυμαινουσα ουτως ταραχθησεσθε και νωτος εθνων πολλων ως υδωρ ηχησει
13
ως υδωρ πολυ εθνη πολλα ως υδατος πολλου βια καταφερομενου και αποσκορακιει αυτον και πορρω αυτον διωξεται ως χνουν αχυρου λικμωντων απεναντι ανεμου και ως κονιορτον τροχου καταιγις φερουσα
14
προς εσπεραν εσται πενθος πριν η πρωι και ουκ εσται αυτη η μερις των υμας προνομευσαντων και κληρονομια τοις υμας κληρονομησασιν