1
ορασις αιγυπτου ιδου κυριος καθηται επι νεφελης κουφης και ηξει εις αιγυπτον και σεισθησεται τα χειροποιητα αιγυπτου απο προσωπου αυτου και η καρδια αυτων ηττηθησεται εν αυτοις
2
και επεγερθησονται αιγυπτιοι επ' αιγυπτιους και πολεμησει ανθρωπος τον αδελφον αυτου και ανθρωπος τον πλησιον αυτου πολις επι πολιν και νομος επι νομον
3
και ταραχθησεται το πνευμα των αιγυπτιων εν αυτοις και την βουλην αυτων διασκεδασω και επερωτησουσιν τους θεους αυτων και τα αγαλματα αυτων και τους εκ της γης φωνουντας και τους εγγαστριμυθους
4
και παραδωσω αιγυπτον εις χειρας ανθρωπων κυριων σκληρων και βασιλεις σκληροι κυριευσουσιν αυτων ταδε λεγει κυριος σαβαωθ
5
και πιονται οι αιγυπτιοι υδωρ το παρα θαλασσαν ο δε ποταμος εκλειψει και ξηρανθησεται
6
και εκλειψουσιν οι ποταμοι και αι διωρυγες του ποταμου και ξηρανθησεται πασα συναγωγη υδατος και εν παντι ελει καλαμου και παπυρου
7
και το αχι το χλωρον παν το κυκλω του ποταμου και παν το σπειρομενον δια του ποταμου ξηρανθησεται ανεμοφθορον
8
και στεναξουσιν οι αλεεις και στεναξουσιν παντες οι βαλλοντες αγκιστρον εις τον ποταμον και οι βαλλοντες σαγηνας και οι αμφιβολεις πενθησουσιν
9
και αισχυνη λημψεται τους εργαζομενους το λινον το σχιστον και τους εργαζομενους την βυσσον
10
και εσονται οι διαζομενοι αυτα εν οδυνη και παντες οι τον ζυθον ποιουντες λυπηθησονται και τας ψυχας πονεσουσιν
11
και μωροι εσονται οι αρχοντες τανεως οι σοφοι συμβουλοι του βασιλεως η βουλη αυτων μωρανθησεται πως ερειτε τω βασιλει υιοι συνετων ημεις υιοι βασιλεων των εξ αρχης
12
που εισιν νυν οι σοφοι σου και αναγγειλατωσαν σοι και ειπατωσαν τι βεβουλευται κυριος σαβαωθ επ' αιγυπτον
13
εξελιπον οι αρχοντες τανεως και υψωθησαν οι αρχοντες μεμφεως και πλανησουσιν αιγυπτον κατα φυλας
14
κυριος γαρ εκερασεν αυτοις πνευμα πλανησεως και επλανησαν αιγυπτον εν πασι τοις εργοις αυτων ως πλαναται ο μεθυων και ο εμων αμα
15
και ουκ εσται τοις αιγυπτιοις εργον ο ποιησει κεφαλην και ουραν αρχην και τελος
16
τη δε ημερα εκεινη εσονται οι αιγυπτιοι ως γυναικες εν φοβω και εν τρομω απο προσωπου της χειρος κυριου σαβαωθ ην αυτος επιβαλει αυτοις
17
και εσται η χωρα των ιουδαιων τοις αιγυπτιοις εις φοβητρον πας ος εαν ονομαση αυτην αυτοις φοβηθησονται δια την βουλην ην βεβουλευται κυριος επ' αυτην
18
τη ημερα εκεινη εσονται πεντε πολεις εν αιγυπτω λαλουσαι τη γλωσση τη χανανιτιδι και ομνυουσαι τω ονοματι κυριου πολις-ασεδεκ κληθησεται η μια πολις
19
τη ημερα εκεινη εσται θυσιαστηριον τω κυριω εν χωρα αιγυπτιων και στηλη προς το οριον αυτης τω κυριω
20
και εσται εις σημειον εις τον αιωνα κυριω εν χωρα αιγυπτου οτι κεκραξονται προς κυριον δια τους θλιβοντας αυτους και αποστελει αυτοις κυριος ανθρωπον ος σωσει αυτους κρινων σωσει αυτους
21
και γνωστος εσται κυριος τοις αιγυπτιοις και γνωσονται οι αιγυπτιοι τον κυριον εν τη ημερα εκεινη και ποιησουσιν θυσιας και ευξονται ευχας τω κυριω και αποδωσουσιν
22
και παταξει κυριος τους αιγυπτιους πληγη μεγαλη και ιασεται αυτους ιασει και επιστραφησονται προς κυριον και εισακουσεται αυτων και ιασεται αυτους
23
τη ημερα εκεινη εσται οδος αιγυπτου προς ασσυριους και εισελευσονται ασσυριοι εις αιγυπτον και αιγυπτιοι πορευσονται προς ασσυριους και δουλευσουσιν οι αιγυπτιοι τοις ασσυριοις
24
τη ημερα εκεινη εσται ισραηλ τριτος εν τοις ασσυριοις και εν τοις αιγυπτιοις ευλογημενος εν τη γη
25
ην ευλογησεν κυριος σαβαωθ λεγων ευλογημενος ο λαος μου ο εν αιγυπτω και ο εν ασσυριοις και η κληρονομια μου ισραηλ