1
του ετους ου εισηλθεν ταναθαν εις αζωτον ηνικα απεσταλη υπο αρνα βασιλεως ασσυριων και επολεμησεν την αζωτον και κατελαβετο αυτην
2
τοτε ελαλησεν κυριος προς ησαιαν λεγων πορευου και αφελε τον σακκον απο της οσφυος σου και τα σανδαλια σου υπολυσαι απο των ποδων σου και εποιησεν ουτως πορευομενος γυμνος και ανυποδετος
3
και ειπεν κυριος ον τροπον πεπορευται ησαιας ο παις μου γυμνος και ανυποδετος τρια ετη εσται σημεια και τερατα τοις αιγυπτιοις και αιθιοψιν
4
οτι ουτως αξει βασιλευς ασσυριων την αιχμαλωσιαν αιγυπτου και αιθιοπων νεανισκους και πρεσβυτας γυμνους και ανυποδετους ανακεκαλυμμενους την αισχυνην αιγυπτου
5
και αισχυνθησονται ηττηθεντες οι αιγυπτιοι επι τοις αιθιοψιν εφ' οις ησαν πεποιθοτες οι αιγυπτιοι ησαν γαρ αυτοις δοξα
6
και ερουσιν οι κατοικουντες εν τη νησω ταυτη ιδου ημεις ημεν πεποιθοτες του φυγειν εις αυτους εις βοηθειαν οι ουκ εδυναντο σωθηναι απο βασιλεως ασσυριων και πως ημεις σωθησομεθα