1
το ρημα της φαραγγος σιων τι εγενετο σοι νυν οτι ανεβητε παντες εις δωματα
2
ματαια ενεπλησθη η πολις βοωντων οι τραυματιαι σου ου τραυματιαι μαχαιρας ουδε οι νεκροι σου νεκροι πολεμου
3
παντες οι αρχοντες σου πεφευγασιν και οι αλοντες σκληρως δεδεμενοι εισιν και οι ισχυοντες εν σοι πορρω πεφευγασιν
4
δια τουτο ειπα αφετε με πικρως κλαυσομαι μη κατισχυσητε παρακαλειν με επι το συντριμμα της θυγατρος του γενους μου
5
οτι ημερα ταραχης και απωλειας και καταπατηματος και πλανησις παρα κυριου σαβαωθ εν φαραγγι σιων πλανωνται απο μικρου εως μεγαλου πλανωνται επι τα ορη
6
οι δε αιλαμιται ελαβον φαρετρας αναβαται ανθρωποι εφ' ιπποις και συναγωγη παραταξεως
7
και εσονται αι εκλεκται φαραγγες σου πλησθησονται αρματων οι δε ιππεις εμφραξουσι τας πυλας σου
8
και ανακαλυψουσιν τας πυλας ιουδα και εμβλεψονται τη ημερα εκεινη εις τους εκλεκτους οικους της πολεως
9
και ανακαλυψουσιν τα κρυπτα των οικων της ακρας δαυιδ και ειδοσαν οτι πλειους εισιν και οτι απεστρεψαν το υδωρ της αρχαιας κολυμβηθρας εις την πολιν
10
και οτι καθειλοσαν τους οικους ιερουσαλημ εις οχυρωμα του τειχους τη πολει
11
και εποιησατε εαυτοις υδωρ ανα μεσον των δυο τειχεων εσωτερον της κολυμβηθρας της αρχαιας και ουκ ενεβλεψατε εις τον απ' αρχης ποιησαντα αυτην και τον κτισαντα αυτην ουκ ειδετε
12
και εκαλεσεν κυριος σαβαωθ εν τη ημερα εκεινη κλαυθμον και κοπετον και ξυρησιν και ζωσιν σακκων
13
αυτοι δε εποιησαντο ευφροσυνην και αγαλλιαμα σφαζοντες μοσχους και θυοντες προβατα ωστε φαγειν κρεα και πιειν οινον λεγοντες φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν
14
και ανακεκαλυμμενα ταυτα εστιν εν τοις ωσιν κυριου σαβαωθ οτι ουκ αφεθησεται υμιν αυτη η αμαρτια εως αν αποθανητε
15
ταδε λεγει κυριος σαβαωθ πορευου εις το παστοφοριον προς σομναν τον ταμιαν και ειπον αυτω
16
τι συ ωδε και τι σοι εστιν ωδε οτι ελατομησας σεαυτω ωδε μνημειον και εποιησας σεαυτω εν υψηλω μνημειον και εγραψας σεαυτω εν πετρα σκηνην
17
ιδου δη κυριος σαβαωθ εκβαλει και εκτριψει ανδρα και αφελει την στολην σου
18
και τον στεφανον σου τον ενδοξον και ριψει σε εις χωραν μεγαλην και αμετρητον και εκει αποθανη και θησει το αρμα σου το καλον εις ατιμιαν και τον οικον του αρχοντος σου εις καταπατημα
19
και αφαιρεθηση εκ της οικονομιας σου και εκ της στασεως σου
20
και εσται εν τη ημερα εκεινη καλεσω τον παιδα μου ελιακιμ τον του χελκιου
21
και ενδυσω αυτον την στολην σου και τον στεφανον σου δωσω αυτω και το κρατος και την οικονομιαν σου δωσω εις τας χειρας αυτου και εσται ως πατηρ τοις ενοικουσιν εν ιερουσαλημ και τοις ενοικουσιν εν ιουδα
22
και δωσω την δοξαν δαυιδ αυτω και αρξει και ουκ εσται ο αντιλεγων
23
και στησω αυτον αρχοντα εν τοπω πιστω και εσται εις θρονον δοξης του οικου του πατρος αυτου
24
και εσται πεποιθως επ' αυτον πας ενδοξος εν τω οικω του πατρος αυτου απο μικρου εως μεγαλου και εσονται επικρεμαμενοι αυτω
25
εν τη ημερα εκεινη ταδε λεγει κυριος σαβαωθ κινηθησεται ο ανθρωπος ο εστηριγμενος εν τοπω πιστω και πεσειται και αφαιρεθησεται η δοξα η επ' αυτον οτι κυριος ελαλησεν