1
το οραμα τυρου ολολυζετε πλοια καρχηδονος οτι απωλετο και ουκετι ερχονται εκ γης κιτιαιων ηκται αιχμαλωτος
2
τινι ομοιοι γεγονασιν οι ενοικουντες εν τη νησω μεταβολοι φοινικης διαπερωντες την θαλασσαν
3
εν υδατι πολλω σπερμα μεταβολων ως αμητου εισφερομενου οι μεταβολοι των εθνων
4
αισχυνθητι σιδων ειπεν η θαλασσα η δε ισχυς της θαλασσης ειπεν ουκ ωδινον ουδε ετεκον ουδε εξεθρεψα νεανισκους ουδε υψωσα παρθενους
5
οταν δε ακουστον γενηται αιγυπτω λημψεται αυτους οδυνη περι τυρου
6
απελθατε εις καρχηδονα ολολυξατε οι ενοικουντες εν τη νησω ταυτη
7
ουχ αυτη ην υμων η υβρις η απ' αρχης πριν η παραδοθηναι αυτην
8
τις ταυτα εβουλευσεν επι τυρον μη ησσων εστιν η ουκ ισχυει οι εμποροι αυτης ενδοξοι αρχοντες της γης
9
κυριος σαβαωθ εβουλευσατο παραλυσαι πασαν την υβριν των ενδοξων και ατιμασαι παν ενδοξον επι της γης
10
εργαζου την γην σου και γαρ πλοια ουκετι ερχεται εκ καρχηδονος
11
η δε χειρ σου ουκετι ισχυει κατα θαλασσαν η παροξυνουσα βασιλεις κυριος σαβαωθ ενετειλατο περι χανααν απολεσαι αυτης την ισχυν
12
και ερουσιν ουκετι μη προσθητε του υβριζειν και αδικειν την θυγατερα σιδωνος και εαν απελθης εις κιτιεις ουδε εκει σοι αναπαυσις εσται
13
και εις γην χαλδαιων και αυτη ηρημωται απο των ασσυριων ουδε εκει σοι αναπαυσις εσται οτι ο τοιχος αυτης πεπτωκεν
14
ολολυζετε πλοια καρχηδονος οτι απωλετο το οχυρωμα υμων
15
και εσται εν τη ημερα εκεινη καταλειφθησεται τυρος ετη εβδομηκοντα ως χρονος βασιλεως ως χρονος ανθρωπου και εσται μετα εβδομηκοντα ετη εσται τυρος ως ασμα πορνης
16
λαβε κιθαραν ρεμβευσον πολεις πορνη επιλελησμενη καλως κιθαρισον πολλα ασον ινα σου μνεια γενηται
17
και εσται μετα εβδομηκοντα ετη επισκοπην ποιησει ο θεος τυρου και παλιν αποκατασταθησεται εις το αρχαιον και εσται εμποριον πασαις ταις βασιλειαις της οικουμενης
18
και εσται αυτης η εμπορια και ο μισθος αγιον τω κυριω ουκ αυτοις συναχθησεται αλλα τοις κατοικουσιν εναντι κυριου πασα η εμπορια αυτης φαγειν και πιειν και εμπλησθηναι εις συμβολην μνημοσυνον εναντι κυριου