1
κυριε ο θεος μου δοξασω σε υμνησω το ονομα σου οτι εποιησας θαυμαστα πραγματα βουλην αρχαιαν αληθινην γενοιτο κυριε
2
οτι εθηκας πολεις εις χωμα πολεις οχυρας του πεσειν αυτων τα θεμελια των ασεβων πολις εις τον αιωνα ου μη οικοδομηθη
3
δια τουτο ευλογησει σε ο λαος ο πτωχος και πολεις ανθρωπων αδικουμενων ευλογησουσιν σε
4
εγενου γαρ παση πολει ταπεινη βοηθος και τοις αθυμησασιν δια ενδειαν σκεπη απο ανθρωπων πονηρων ρυση αυτους σκεπη διψωντων και πνευμα ανθρωπων αδικουμενων
5
ευλογησουσιν σε ως ανθρωποι ολιγοψυχοι διψωντες εν σιων απο ανθρωπων ασεβων οις ημας παρεδωκας
6
και ποιησει κυριος σαβαωθ πασι τοις εθνεσιν επι το ορος τουτο πιονται ευφροσυνην πιονται οινον χρισονται μυρον
7
εν τω ορει τουτω παραδος ταυτα παντα τοις εθνεσιν η γαρ βουλη αυτη επι παντα τα εθνη
8
κατεπιεν ο θανατος ισχυσας και παλιν αφειλεν ο θεος παν δακρυον απο παντος προσωπου το ονειδος του λαου αφειλεν απο πασης της γης το γαρ στομα κυριου ελαλησεν
9
και ερουσιν τη ημερα εκεινη ιδου ο θεος ημων εφ' ω ηλπιζομεν και ηγαλλιωμεθα και ευφρανθησομεθα επι τη σωτηρια ημων
10
οτι αναπαυσιν δωσει ο θεος επι το ορος τουτο και καταπατηθησεται η μωαβιτις ον τροπον πατουσιν αλωνα εν αμαξαις
11
και ανησει τας χειρας αυτου ον τροπον και αυτος εταπεινωσεν του απολεσαι και ταπεινωσει την υβριν αυτου εφ' α τας χειρας επεβαλεν
12
και το υψος της καταφυγης του τοιχου σου ταπεινωσει και καταβησεται εως του εδαφους