1
ουαι πολις αριηλ ην δαυιδ επολεμησεν συναγαγετε γενηματα ενιαυτον επ' ενιαυτον φαγεσθε γαρ συν μωαβ
2
εκθλιψω γαρ αριηλ και εσται αυτης η ισχυς και το πλουτος εμοι
3
και κυκλωσω ως δαυιδ επι σε και βαλω περι σε χαρακα και θησω περι σε πυργους
4
και ταπεινωθησονται οι λογοι σου εις την γην και εις την γην οι λογοι σου δυσονται και εσται ως οι φωνουντες εκ της γης η φωνη σου και προς το εδαφος η φωνη σου ασθενησει
5
και εσται ως κονιορτος απο τροχου ο πλουτος των ασεβων και ως χνους φερομενος και εσται ως στιγμη παραχρημα
6
παρα κυριου σαβαωθ επισκοπη γαρ εσται μετα βροντης και σεισμου και φωνης μεγαλης καταιγις φερομενη και φλοξ πυρος κατεσθιουσα
7
και εσται ως ο ενυπνιαζομενος εν υπνω ο πλουτος των εθνων παντων οσοι επεστρατευσαν επι αριηλ και παντες οι στρατευσαμενοι επι ιερουσαλημ και παντες οι συνηγμενοι επ' αυτην και θλιβοντες αυτην
8
και εσονται ως οι εν υπνω πινοντες και εσθοντες και εξανασταντων ματαιον αυτων το ενυπνιον και ον τροπον ενυπνιαζεται ο διψων ως πινων και εξαναστας ετι διψα η δε ψυχη αυτου εις κενον ηλπισεν ουτως εσται ο πλουτος παντων των εθνων οσοι επεστρατευσαν επι το ορος σιων
9
εκλυθητε και εκστητε και κραιπαλησατε ουκ απο σικερα ουδε απο οινου
10
οτι πεποτικεν υμας κυριος πνευματι κατανυξεως και καμμυσει τους οφθαλμους αυτων και των προφητων αυτων και των αρχοντων αυτων οι ορωντες τα κρυπτα
11
και εσονται υμιν παντα τα ρηματα ταυτα ως οι λογοι του βιβλιου του εσφραγισμενου τουτου ο εαν δωσιν αυτο ανθρωπω επισταμενω γραμματα λεγοντες αναγνωθι ταυτα και ερει ου δυναμαι αναγνωναι εσφραγισται γαρ
12
και δοθησεται το βιβλιον τουτο εις χειρας ανθρωπου μη επισταμενου γραμματα και ερει αυτω αναγνωθι τουτο και ερει ουκ επισταμαι γραμματα
13
και ειπεν κυριος εγγιζει μοι ο λαος ουτος τοις χειλεσιν αυτων τιμωσιν με η δε καρδια αυτων πορρω απεχει απ' εμου ματην δε σεβονται με διδασκοντες ενταλματα ανθρωπων και διδασκαλιας
14
δια τουτο ιδου εγω προσθησω του μεταθειναι τον λαον τουτον και μεταθησω αυτους και απολω την σοφιαν των σοφων και την συνεσιν των συνετων κρυψω
15
ουαι οι βαθεως βουλην ποιουντες και ου δια κυριου ουαι οι εν κρυφη βουλην ποιουντες και εσται εν σκοτει τα εργα αυτων και ερουσιν τις ημας εωρακεν και τις ημας γνωσεται η α ημεις ποιουμεν
16
ουχ ως ο πηλος του κεραμεως λογισθησεσθε μη ερει το πλασμα τω πλασαντι ου συ με επλασας η το ποιημα τω ποιησαντι ου συνετως με εποιησας
17
ουκετι μικρον και μετατεθησεται ο λιβανος ως το ορος το χερμελ και το ορος το χερμελ εις δρυμον λογισθησεται
18
και ακουσονται εν τη ημερα εκεινη κωφοι λογους βιβλιου και οι εν τω σκοτει και οι εν τη ομιχλη οφθαλμοι τυφλων βλεψονται
19
και αγαλλιασονται πτωχοι δια κυριον εν ευφροσυνη και οι απηλπισμενοι των ανθρωπων εμπλησθησονται ευφροσυνης
20
εξελιπεν ανομος και απωλετο υπερηφανος και εξωλεθρευθησαν οι ανομουντες επι κακια
21
και οι ποιουντες αμαρτειν ανθρωπους εν λογω παντας δε τους ελεγχοντας εν πυλαις προσκομμα θησουσιν και επλαγιασαν εν αδικοις δικαιον
22
δια τουτο ταδε λεγει κυριος επι τον οικον ιακωβ ον αφωρισεν εξ αβρααμ ου νυν αισχυνθησεται ιακωβ ουδε νυν το προσωπον μεταβαλει ισραηλ
23
αλλ' οταν ιδωσιν τα τεκνα αυτων τα εργα μου δι' εμε αγιασουσιν το ονομα μου και αγιασουσιν τον αγιον ιακωβ και τον θεον του ισραηλ φοβηθησονται
24
και γνωσονται οι τω πνευματι πλανωμενοι συνεσιν οι δε γογγυζοντες μαθησονται υπακουειν και αι γλωσσαι αι ψελλιζουσαι μαθησονται λαλειν ειρηνην