1
ιδου δη ο δεσποτης κυριος σαβαωθ αφελει απο της ιουδαιας και απο ιερουσαλημ ισχυοντα και ισχυουσαν ισχυν αρτου και ισχυν υδατος
2
γιγαντα και ισχυοντα και ανθρωπον πολεμιστην και δικαστην και προφητην και στοχαστην και πρεσβυτερον
3
και πεντηκονταρχον και θαυμαστον συμβουλον και σοφον αρχιτεκτονα και συνετον ακροατην
4
και επιστησω νεανισκους αρχοντας αυτων και εμπαικται κυριευσουσιν αυτων
5
και συμπεσειται ο λαος ανθρωπος προς ανθρωπον και ανθρωπος προς τον πλησιον αυτου προσκοψει το παιδιον προς τον πρεσβυτην ο ατιμος προς τον εντιμον
6
οτι επιλημψεται ανθρωπος του αδελφου αυτου η του οικειου του πατρος αυτου λεγων ιματιον εχεις αρχηγος ημων γενου και το βρωμα το εμον υπο σε εστω
7
και αποκριθεις ερει εν τη ημερα εκεινη ουκ εσομαι σου αρχηγος ου γαρ εστιν εν τω οικω μου αρτος ουδε ιματιον ουκ εσομαι αρχηγος του λαου τουτου
8
οτι ανειται ιερουσαλημ και η ιουδαια συμπεπτωκεν και αι γλωσσαι αυτων μετα ανομιας τα προς κυριον απειθουντες διοτι νυν εταπεινωθη η δοξα αυτων
9
και η αισχυνη του προσωπου αυτων αντεστη αυτοις την δε αμαρτιαν αυτων ως σοδομων ανηγγειλαν και ενεφανισαν ουαι τη ψυχη αυτων διοτι βεβουλευνται βουλην πονηραν καθ' εαυτων
10
ειποντες δησωμεν τον δικαιον οτι δυσχρηστος ημιν εστιν τοινυν τα γενηματα των εργων αυτων φαγονται
11
ουαι τω ανομω πονηρα κατα τα εργα των χειρων αυτου συμβησεται αυτω
12
λαος μου οι πρακτορες υμων καλαμωνται υμας και οι απαιτουντες κυριευουσιν υμων λαος μου οι μακαριζοντες υμας πλανωσιν υμας και τον τριβον των ποδων υμων ταρασσουσιν
13
αλλα νυν καταστησεται εις κρισιν κυριος και στησει εις κρισιν τον λαον αυτου
14
αυτος κυριος εις κρισιν ηξει μετα των πρεσβυτερων του λαου και μετα των αρχοντων αυτου υμεις δε τι ενεπυρισατε τον αμπελωνα μου και η αρπαγη του πτωχου εν τοις οικοις υμων
15
τι υμεις αδικειτε τον λαον μου και το προσωπον των πτωχων καταισχυνετε
16
ταδε λεγει κυριος ανθ' ων υψωθησαν αι θυγατερες σιων και επορευθησαν υψηλω τραχηλω και εν νευμασιν οφθαλμων και τη πορεια των ποδων αμα συρουσαι τους χιτωνας και τοις ποσιν αμα παιζουσαι
17
και ταπεινωσει ο θεος αρχουσας θυγατερας σιων και κυριος αποκαλυψει το σχημα αυτων
18
εν τη ημερα εκεινη και αφελει κυριος την δοξαν του ιματισμου αυτων και τους κοσμους αυτων και τα εμπλοκια και τους κοσυμβους και τους μηνισκους
19
και το καθεμα και τον κοσμον του προσωπου αυτων
20
και την συνθεσιν του κοσμου της δοξης και τους χλιδωνας και τα ψελια και το εμπλοκιον και τα περιδεξια και τους δακτυλιους και τα ενωτια
21
και τα περιπορφυρα και τα μεσοπορφυρα
22
και τα επιβληματα τα κατα την οικιαν και τα διαφανη λακωνικα
23
και τα βυσσινα και τα υακινθινα και τα κοκκινα και την βυσσον συν χρυσιω και υακινθω συγκαθυφασμενα και θεριστρα κατακλιτα
24
και εσται αντι οσμης ηδειας κονιορτος και αντι ζωνης σχοινιω ζωση και αντι του κοσμου της κεφαλης του χρυσιου φαλακρωμα εξεις δια τα εργα σου και αντι του χιτωνος του μεσοπορφυρου περιζωση σακκον
25
και ο υιος σου ο καλλιστος ον αγαπας μαχαιρα πεσειται και οι ισχυοντες υμων μαχαιρα πεσουνται
26
και ταπεινωθησονται και πενθησουσιν αι θηκαι του κοσμου υμων και καταλειφθηση μονη και εις την γην εδαφισθηση