1
ουαι τεκνα αποσταται ταδε λεγει κυριος εποιησατε βουλην ου δι' εμου και συνθηκας ου δια του πνευματος μου προσθειναι αμαρτιας εφ' αμαρτιαις
2
οι πορευομενοι καταβηναι εις αιγυπτον εμε δε ουκ επηρωτησαν του βοηθηθηναι υπο φαραω και σκεπασθηναι υπο αιγυπτιων
3
εσται γαρ υμιν η σκεπη φαραω εις αισχυνην και τοις πεποιθοσιν επ' αιγυπτον ονειδος
4
οτι εισιν εν τανει αρχηγοι αγγελοι πονηροι ματην κοπιασουσιν
5
προς λαον ος ουκ ωφελησει αυτους ουτε εις βοηθειαν ουτε εις ωφελειαν αλλα εις αισχυνην και ονειδος
6
η ορασις των τετραποδων των εν τη ερημω εν τη θλιψει και τη στενοχωρια λεων και σκυμνος λεοντος εκειθεν και ασπιδες και εκγονα ασπιδων πετομενων οι εφερον επ' ονων και καμηλων τον πλουτον αυτων προς εθνος ο ουκ ωφελησει αυτους εις βοηθειαν αλλα εις αισχυνην και ονειδος
7
αιγυπτιοι ματαια και κενα ωφελησουσιν υμας απαγγειλον αυτοις οτι ματαια η παρακλησις υμων αυτη
8
νυν ουν καθισας γραψον επι πυξιου ταυτα και εις βιβλιον οτι εσται εις ημερας καιρων ταυτα και εως εις τον αιωνα
9
οτι λαος απειθης εστιν υιοι ψευδεις οι ουκ ηβουλοντο ακουειν τον νομον του θεου
10
οι λεγοντες τοις προφηταις μη αναγγελλετε ημιν και τοις τα οραματα ορωσιν μη λαλειτε ημιν αλλα ημιν λαλειτε και αναγγελλετε ημιν ετεραν πλανησιν
11
και αποστρεψατε ημας απο της οδου ταυτης αφελετε αφ' ημων τον τριβον τουτον και αφελετε αφ' ημων τον αγιον του ισραηλ
12
δια τουτο ουτως λεγει κυριος ο αγιος του ισραηλ οτι ηπειθησατε τοις λογοις τουτοις και ηλπισατε επι ψευδει και οτι εγογγυσας και πεποιθως εγενου επι τω λογω τουτω
13
δια τουτο εσται υμιν η αμαρτια αυτη ως τειχος πιπτον παραχρημα πολεως οχυρας εαλωκυιας ης παραχρημα παρεστιν το πτωμα
14
και το πτωμα αυτης εσται ως συντριμμα αγγειου οστρακινου εκ κεραμιου λεπτα ωστε μη ευρειν εν αυτοις οστρακον εν ω πυρ αρεις και εν ω αποσυριεις υδωρ μικρον
15
ουτω λεγει κυριος ο αγιος του ισραηλ οταν αποστραφεις στεναξης τοτε σωθηση και γνωση που ησθα οτε επεποιθεις επι τοις ματαιοις ματαια η ισχυς υμων εγενηθη και ουκ ηβουλεσθε ακουειν
16
αλλ' ειπατε εφ' ιππων φευξομεθα δια τουτο φευξεσθε και ειπατε επι κουφοις αναβαται εσομεθα δια τουτο κουφοι εσονται οι διωκοντες υμας
17
δια φωνην ενος φευξονται χιλιοι και δια φωνην πεντε φευξονται πολλοι εως αν καταλειφθητε ως ιστος επ' ορους και ως σημαιαν φερων επι βουνου
18
και παλιν μενει ο θεος του οικτιρησαι υμας και δια τουτο υψωθησεται του ελεησαι υμας διοτι κριτης κυριος ο θεος ημων εστιν και που καταλειψετε την δοξαν υμων μακαριοι οι εμμενοντες εν αυτω
19
διοτι λαος αγιος εν σιων οικησει και ιερουσαλημ κλαυθμω εκλαυσεν ελεησον με ελεησει σε την φωνην της κραυγης σου ηνικα ειδεν επηκουσεν σου
20
και δωσει κυριος υμιν αρτον θλιψεως και υδωρ στενον και ουκετι μη εγγισωσιν σοι οι πλανωντες σε οτι οι οφθαλμοι σου οψονται τους πλανωντας σε
21
και τα ωτα σου ακουσονται τους λογους των οπισω σε πλανησαντων οι λεγοντες αυτη η οδος πορευθωμεν εν αυτη ειτε δεξια ειτε αριστερα
22
και εξαρεις τα ειδωλα τα περιηργυρωμενα και τα περικεχρυσωμενα λεπτα ποιησεις και λικμησεις ως υδωρ αποκαθημενης και ως κοπρον ωσεις αυτα
23
τοτε εσται ο υετος τω σπερματι της γης σου και ο αρτος του γενηματος της γης σου εσται πλησμονη και λιπαρος και βοσκηθησεται σου τα κτηνη τη ημερα εκεινη τοπον πιονα και ευρυχωρον
24
οι ταυροι υμων και οι βοες οι εργαζομενοι την γην φαγονται αχυρα αναπεποιημενα εν κριθη λελικμημενα
25
και εσται επι παντος ορους υψηλου και επι παντος βουνου μετεωρου υδωρ διαπορευομενον εν τη ημερα εκεινη οταν απολωνται πολλοι και οταν πεσωσιν πυργοι
26
και εσται το φως της σεληνης ως το φως του ηλιου και το φως του ηλιου εσται επταπλασιον εν τη ημερα οταν ιασηται κυριος το συντριμμα του λαου αυτου και την οδυνην της πληγης σου ιασεται
27
ιδου το ονομα κυριου δια χρονου ερχεται πολλου καιομενος ο θυμος μετα δοξης το λογιον των χειλεων αυτου το λογιον οργης πληρες και η οργη του θυμου ως πυρ εδεται
28
και το πνευμα αυτου ως υδωρ εν φαραγγι συρον ηξει εως του τραχηλου και διαιρεθησεται του εθνη ταραξαι επι πλανησει ματαια και διωξεται αυτους πλανησις και λημψεται αυτους κατα προσωπον αυτων
29
μη δια παντος δει υμας ευφραινεσθαι και εισπορευεσθαι εις τα αγια μου δια παντος ωσει εορταζοντας και ωσει ευφραινομενους εισελθειν μετα αυλου εις το ορος του κυριου προς τον θεον του ισραηλ
30
και ακουστην ποιησει ο θεος την δοξαν της φωνης αυτου και τον θυμον του βραχιονος αυτου δειξει μετα θυμου και οργης και φλογος κατεσθιουσης κεραυνωσει βιαιως και ως υδωρ και χαλαζα συγκαταφερομενη βια
31
δια γαρ φωνην κυριου ηττηθησονται ασσυριοι τη πληγη η αν παταξη αυτους
32
και εσται αυτω κυκλοθεν οθεν ην αυτω η ελπις της βοηθειας εφ' η αυτος επεποιθει αυτοι μετα αυλων και κιθαρας πολεμησουσιν αυτον εκ μεταβολης
33
συ γαρ προ ημερων απαιτηθηση μη και σοι ητοιμασθη βασιλευειν φαραγγα βαθειαν ξυλα κειμενα πυρ και ξυλα πολλα ο θυμος κυριου ως φαραγξ υπο θειου καιομενη