1
ουαι τοις ταλαιπωρουσιν υμας υμας δε ουδεις ποιει ταλαιπωρους και ο αθετων υμας ουκ αθετει αλωσονται οι αθετουντες και παραδοθησονται και ως σης επι ιματιου ουτως ηττηθησονται
2
κυριε ελεησον ημας επι σοι γαρ πεποιθαμεν εγενηθη το σπερμα των απειθουντων εις απωλειαν η δε σωτηρια ημων εν καιρω θλιψεως
3
δια φωνην του φοβου σου εξεστησαν λαοι απο του φοβου σου και διεσπαρησαν τα εθνη
4
νυν δε συναχθησεται τα σκυλα υμων μικρου και μεγαλου ον τροπον εαν τις συναγαγη ακριδας ουτως εμπαιξουσιν υμιν
5
αγιος ο θεος ο κατοικων εν υψηλοις ενεπλησθη σιων κρισεως και δικαιοσυνης
6
εν νομω παραδοθησονται εν θησαυροις η σωτηρια ημων εκει σοφια και επιστημη και ευσεβεια προς τον κυριον ουτοι εισιν θησαυροι δικαιοσυνης
7
ιδου δη εν τω φοβω υμων αυτοι φοβηθησονται ους εφοβεισθε φοβηθησονται αφ' υμων αγγελοι γαρ αποσταλησονται αξιουντες ειρηνην πικρως κλαιοντες παρακαλουντες ειρηνην
8
ερημωθησονται γαρ αι τουτων οδοι πεπαυται ο φοβος των εθνων και η προς τουτους διαθηκη αιρεται και ου μη λογισησθε αυτους ανθρωπους
9
επενθησεν η γη ησχυνθη ο λιβανος ελη εγενετο ο σαρων φανερα εσται η γαλιλαια και ο καρμηλος
10
νυν αναστησομαι λεγει κυριος νυν δοξασθησομαι νυν υψωθησομαι
11
νυν οψεσθε νυν αισθηθησεσθε ματαια εσται η ισχυς του πνευματος υμων πυρ υμας κατεδεται
12
και εσονται εθνη κατακεκαυμενα ως ακανθα εν αγρω ερριμμενη και κατακεκαυμενη
13
ακουσονται οι πορρωθεν α εποιησα γνωσονται οι εγγιζοντες την ισχυν μου
14
απεστησαν οι εν σιων ανομοι λημψεται τρομος τους ασεβεις τις αναγγελει υμιν οτι πυρ καιεται τις αναγγελει υμιν τον τοπον τον αιωνιον
15
πορευομενος εν δικαιοσυνη λαλων ευθειαν οδον μισων ανομιαν και αδικιαν και τας χειρας αποσειομενος απο δωρων βαρυνων τα ωτα ινα μη ακουση κρισιν αιματος καμμυων τους οφθαλμους ινα μη ιδη αδικιαν
16
ουτος οικησει εν υψηλω σπηλαιω πετρας ισχυρας αρτος αυτω δοθησεται και το υδωρ αυτου πιστον
17
βασιλεα μετα δοξης οψεσθε και οι οφθαλμοι υμων οψονται γην πορρωθεν
18
η ψυχη υμων μελετησει φοβον που εισιν οι γραμματικοι που εισιν οι συμβουλευοντες που εστιν ο αριθμων τους τρεφομενους
19
μικρον και μεγαν λαον ω ου συνεβουλευσαντο ουδε ηδει βαθυφωνον ωστε μη ακουσαι λαος πεφαυλισμενος και ουκ εστιν τω ακουοντι συνεσις
20
ιδου σιων η πολις το σωτηριον ημων οι οφθαλμοι σου οψονται ιερουσαλημ πολις πλουσια σκηναι αι ου μη σεισθωσιν ουδε μη κινηθωσιν οι πασσαλοι της σκηνης αυτης εις τον αιωνα χρονον ουδε τα σχοινια αυτης ου μη διαρραγωσιν
21
οτι το ονομα κυριου μεγα υμιν τοπος υμιν εσται ποταμοι και διωρυγες πλατεις και ευρυχωροι ου πορευση ταυτην την οδον ουδε πορευσεται πλοιον ελαυνον
22
ο γαρ θεος μου μεγας εστιν ου παρελευσεται με κυριος κριτης ημων κυριος αρχων ημων κυριος βασιλευς ημων κυριος ουτος ημας σωσει
23
ερραγησαν τα σχοινια σου οτι ουκ ενισχυσεν ο ιστος σου εκλινεν ου χαλασει τα ιστια ουκ αρει σημειον εως ου παραδοθη εις προνομην τοινυν πολλοι χωλοι προνομην ποιησουσιν
24
και ου μη ειπη κοπιω ο λαος ο ενοικων εν αυτοις αφεθη γαρ αυτοις η αμαρτια