1
προσαγαγετε εθνη και ακουσατε αρχοντες ακουσατω η γη και οι εν αυτη η οικουμενη και ο λαος ο εν αυτη
2
διοτι θυμος κυριου επι παντα τα εθνη και οργη επι τον αριθμον αυτων του απολεσαι αυτους και παραδουναι αυτους εις σφαγην
3
οι δε τραυματιαι αυτων ριφησονται και οι νεκροι και αναβησεται αυτων η οσμη και βραχησεται τα ορη απο του αιματος αυτων
4
και ελιγησεται ο ουρανος ως βιβλιον και παντα τα αστρα πεσειται ως φυλλα εξ αμπελου και ως πιπτει φυλλα απο συκης
5
εμεθυσθη η μαχαιρα μου εν τω ουρανω ιδου επι την ιδουμαιαν καταβησεται και επι τον λαον της απωλειας μετα κρισεως
6
η μαχαιρα κυριου ενεπλησθη αιματος επαχυνθη απο στεατος αρνων και απο στεατος τραγων και κριων οτι θυσια κυριω εν βοσορ και σφαγη μεγαλη εν τη ιδουμαια
7
και συμπεσουνται οι αδροι μετ' αυτων και οι κριοι και οι ταυροι και μεθυσθησεται η γη απο του αιματος και απο του στεατος αυτων εμπλησθησεται
8
ημερα γαρ κρισεως κυριου και ενιαυτος ανταποδοσεως κρισεως σιων
9
και στραφησονται αυτης αι φαραγγες εις πισσαν και η γη αυτης εις θειον και εσται αυτης η γη καιομενη ως πισσα
10
νυκτος και ημερας και ου σβεσθησεται εις τον αιωνα χρονον και αναβησεται ο καπνος αυτης ανω εις γενεας ερημωθησεται και εις χρονον πολυν
11
και κατοικησουσιν εν αυτη ορνεα και εχινοι και ιβεις και κορακες και επιβληθησεται επ' αυτην σπαρτιον γεωμετριας ερημου και ονοκενταυροι οικησουσιν εν αυτη
12
οι αρχοντες αυτης ουκ εσονται οι γαρ βασιλεις αυτης και οι αρχοντες αυτης και οι μεγιστανες αυτης εσονται εις απωλειαν
13
και αναφυσει εις τας πολεις αυτων ακανθινα ξυλα και εις τα οχυρωματα αυτης και εσται επαυλις σειρηνων και αυλη στρουθων
14
και συναντησουσιν δαιμονια ονοκενταυροις και βοησουσιν ετερος προς τον ετερον εκει αναπαυσονται ονοκενταυροι ευρον γαρ αυτοις αναπαυσιν
15
εκει ενοσσευσεν εχινος και εσωσεν η γη τα παιδια αυτης μετα ασφαλειας εκει ελαφοι συνηντησαν και ειδον τα προσωπα αλληλων
16
αριθμω παρηλθον και μια αυτων ουκ απωλετο ετερα την ετεραν ουκ εζητησαν οτι κυριος ενετειλατο αυτοις και το πνευμα αυτου συνηγαγεν αυτας
17
και αυτος επιβαλει αυτοις κληρους και η χειρ αυτου διεμερισεν βοσκεσθαι εις τον αιωνα χρονον κληρονομησετε εις γενεας γενεων αναπαυσονται επ' αυτης