1
ευφρανθητι ερημος διψωσα αγαλλιασθω ερημος και ανθειτω ως κρινον
2
και εξανθησει και αγαλλιασεται τα ερημα του ιορδανου και η δοξα του λιβανου εδοθη αυτη και η τιμη του καρμηλου και ο λαος μου οψεται την δοξαν κυριου και το υψος του θεου
3
ισχυσατε χειρες ανειμεναι και γονατα παραλελυμενα
4
παρακαλεσατε οι ολιγοψυχοι τη διανοια ισχυσατε μη φοβεισθε ιδου ο θεος ημων κρισιν ανταποδιδωσιν και ανταποδωσει αυτος ηξει και σωσει ημας
5
τοτε ανοιχθησονται οφθαλμοι τυφλων και ωτα κωφων ακουσονται
6
τοτε αλειται ως ελαφος ο χωλος και τρανη εσται γλωσσα μογιλαλων οτι ερραγη εν τη ερημω υδωρ και φαραγξ εν γη διψωση
7
και η ανυδρος εσται εις ελη και εις την διψωσαν γην πηγη υδατος εσται εκει ευφροσυνη ορνεων επαυλις καλαμου και ελη
8
εκει εσται οδος καθαρα και οδος αγια κληθησεται και ου μη παρελθη εκει ακαθαρτος ουδε εσται εκει οδος ακαθαρτος οι δε διεσπαρμενοι πορευσονται επ' αυτης και ου μη πλανηθωσιν
9
και ουκ εσται εκει λεων ουδε των θηριων των πονηρων ου μη αναβη επ' αυτην ουδε μη ευρεθη εκει αλλα πορευσονται εν αυτη λελυτρωμενοι
10
και συνηγμενοι δια κυριον αποστραφησονται και ηξουσιν εις σιων μετ' ευφροσυνης και ευφροσυνη αιωνιος υπερ κεφαλης αυτων επι γαρ κεφαλης αυτων αινεσις και αγαλλιαμα και ευφροσυνη καταλημψεται αυτους απεδρα οδυνη και λυπη και στεναγμος