1
και εγενετο εν τω ακουσαι τον βασιλεα εζεκιαν εσχισεν τα ιματια και σακκον περιεβαλετο και ανεβη εις τον οικον κυριου
2
και απεστειλεν ελιακιμ τον οικονομον και σομναν τον γραμματεα και τους πρεσβυτερους των ιερεων περιβεβλημενους σακκους προς ησαιαν υιον αμως τον προφητην
3
και ειπαν αυτω ταδε λεγει εζεκιας ημερα θλιψεως και ονειδισμου και ελεγμου και οργης η σημερον ημερα οτι ηκει η ωδιν τη τικτουση ισχυν δε ουκ εχει του τεκειν
4
εισακουσαι κυριος ο θεος σου τους λογους ραψακου ους απεστειλεν βασιλευς ασσυριων ονειδιζειν θεον ζωντα και ονειδιζειν λογους ους ηκουσεν κυριος ο θεος σου και δεηθηση προς κυριον τον θεον σου περι των καταλελειμμενων τουτων
5
και ηλθον οι παιδες του βασιλεως προς ησαιαν
6
και ειπεν αυτοις ησαιας ουτως ερειτε προς τον κυριον υμων ταδε λεγει κυριος μη φοβηθης απο των λογων ων ηκουσας ους ωνειδισαν με οι πρεσβεις βασιλεως ασσυριων
7
ιδου εγω εμβαλω εις αυτον πνευμα και ακουσας αγγελιαν αποστραφησεται εις την χωραν αυτου και πεσειται μαχαιρα εν τη γη αυτου
8
και απεστρεψεν ραψακης και κατελαβεν πολιορκουντα τον βασιλεα λομναν και ηκουσεν βασιλευς ασσυριων οτι
9
εξηλθεν θαρακα βασιλευς αιθιοπων πολιορκησαι αυτον και ακουσας απεστρεψεν και απεστειλεν αγγελους προς εζεκιαν λεγων
10
ουτως ερειτε εζεκια βασιλει της ιουδαιας μη σε απατατω ο θεος σου εφ' ω πεποιθως ει επ' αυτω λεγων ου μη παραδοθη ιερουσαλημ εις χειρας βασιλεως ασσυριων
11
η ουκ ηκουσας α εποιησαν βασιλεις ασσυριων πασαν την γην ως απωλεσαν
12
μη ερρυσαντο αυτους οι θεοι των εθνων ους οι πατερες μου απωλεσαν την τε γωζαν και χαρραν και ραφες αι εισιν εν χωρα θεμαδ
13
που εισιν οι βασιλεις αιμαθ και αρφαθ και πολεως σεπφαριμ αναγ ουγαυα
14
και ελαβεν εζεκιας το βιβλιον παρα των αγγελων και ηνοιξεν αυτο εναντιον κυριου
15
και προσευξατο εζεκιας προς κυριον λεγων
16
κυριε σαβαωθ ο θεος ισραηλ ο καθημενος επι των χερουβιν συ θεος μονος ει πασης βασιλειας της οικουμενης συ εποιησας τον ουρανον και την γην
17
εισακουσον κυριε εισβλεψον κυριε και ιδε τους λογους ους απεστειλεν σενναχηριμ ονειδιζειν θεον ζωντα
18
επ' αληθειας γαρ ηρημωσαν βασιλεις ασσυριων την οικουμενην ολην και την χωραν αυτων
19
και ενεβαλον τα ειδωλα αυτων εις το πυρ ου γαρ θεοι ησαν αλλα εργα χειρων ανθρωπων ξυλα και λιθοι και απωλεσαν αυτους
20
συ δε κυριε ο θεος ημων σωσον ημας εκ χειρος αυτων ινα γνω πασα βασιλεια της γης οτι συ ει ο θεος μονος
21
και απεσταλη ησαιας υιος αμως προς εζεκιαν και ειπεν αυτω ταδε λεγει κυριος ο θεος ισραηλ ηκουσα α προσηυξω προς με περι σενναχηριμ βασιλεως ασσυριων
22
ουτος ο λογος ον ελαλησεν περι αυτου ο θεος εφαυλισεν σε και εμυκτηρισεν σε παρθενος θυγατηρ σιων επι σοι κεφαλην εκινησεν θυγατηρ ιερουσαλημ
23
τινα ωνειδισας και παρωξυνας η προς τινα υψωσας την φωνην σου και ουκ ηρας εις υψος τους οφθαλμους σου εις τον αγιον του ισραηλ
24
οτι δι' αγγελων ωνειδισας κυριον συ γαρ ειπας τω πληθει των αρματων εγω ανεβην εις υψος ορεων και εις τα εσχατα του λιβανου και εκοψα το υψος της κεδρου αυτου και το καλλος της κυπαρισσου και εισηλθον εις υψος μερους του δρυμου
25
και εθηκα γεφυραν και ηρημωσα υδατα και πασαν συναγωγην υδατος
26
ου ταυτα ηκουσας παλαι α εγω εποιησα εξ αρχαιων ημερων συνεταξα νυν δε επεδειξα εξερημωσαι εθνη εν οχυροις και ενοικουντας εν πολεσιν οχυραις
27
ανηκα τας χειρας και εξηρανθησαν και εγενοντο ως χορτος ξηρος επι δωματων και ως αγρωστις
28
νυν δε την αναπαυσιν σου και την εξοδον σου και την εισοδον σου εγω επισταμαι
29
ο δε θυμος σου ον εθυμωθης και η πικρια σου ανεβη προς με και εμβαλω φιμον εις την ρινα σου και χαλινον εις τα χειλη σου και αποστρεψω σε τη οδω η ηλθες εν αυτη
30
τουτο δε σοι το σημειον φαγε τουτον τον ενιαυτον α εσπαρκας τω δε ενιαυτω τω δευτερω το καταλειμμα τω δε τριτω σπειραντες αμησατε και φυτευσατε αμπελωνας και φαγεσθε τον καρπον αυτων
31
και εσονται οι καταλελειμμενοι εν τη ιουδαια φυησουσιν ριζαν κατω και ποιησουσιν σπερμα ανω
32
οτι εξ ιερουσαλημ εξελευσονται οι καταλελειμμενοι και οι σωζομενοι εξ ορους σιων ο ζηλος κυριου σαβαωθ ποιησει ταυτα
33
δια τουτο ουτως λεγει κυριος επι βασιλεα ασσυριων ου μη εισελθη εις την πολιν ταυτην ουδε μη βαλη επ' αυτην βελος ουδε μη επιβαλη επ' αυτην θυρεον ουδε μη κυκλωση επ' αυτην χαρακα
34
αλλα τη οδω η ηλθεν εν αυτη αποστραφησεται ταδε λεγει κυριος
35
υπερασπιω υπερ της πολεως ταυτης του σωσαι αυτην δι' εμε και δια δαυιδ τον παιδα μου
36
και εξηλθεν αγγελος κυριου και ανειλεν εκ της παρεμβολης των ασσυριων εκατον ογδοηκοντα πεντε χιλιαδας και εξανασταντες το πρωι ευρον παντα τα σωματα νεκρα
37
και αποστραφεις απηλθεν βασιλευς ασσυριων και ωκησεν εν νινευη
38
και εν τω αυτον προσκυνειν εν τω οικω νασαραχ τον παταχρον αυτου αδραμελεχ και σαρασαρ οι υιοι αυτου επαταξαν αυτον μαχαιραις αυτοι δε διεσωθησαν εις αρμενιαν και εβασιλευσεν ασορδαν ο υιος αυτου αντ' αυτου