1
εγενετο δε εν τω καιρω εκεινω εμαλακισθη εζεκιας εως θανατου και ηλθεν προς αυτον ησαιας υιος αμως ο προφητης και ειπεν προς αυτον ταδε λεγει κυριος ταξαι περι του οικου σου αποθνησκεις γαρ συ και ου ζηση
2
και απεστρεψεν εζεκιας το προσωπον αυτου προς τον τοιχον και προσηυξατο προς κυριον
3
λεγων μνησθητι κυριε ως επορευθην ενωπιον σου μετα αληθειας εν καρδια αληθινη και τα αρεστα ενωπιον σου εποιησα και εκλαυσεν εζεκιας κλαυθμω μεγαλω
4
και εγενετο λογος κυριου προς ησαιαν λεγων
5
πορευθητι και ειπον εζεκια ταδε λεγει κυριος ο θεος δαυιδ του πατρος σου ηκουσα της φωνης της προσευχης σου και ειδον τα δακρυα σου ιδου προστιθημι προς τον χρονον σου ετη δεκα πεντε
6
και εκ χειρος βασιλεως ασσυριων σωσω σε και υπερ της πολεως ταυτης υπερασπιω
7
τουτο δε σοι το σημειον παρα κυριου οτι ο θεος ποιησει το ρημα τουτο
8
την σκιαν των αναβαθμων ους κατεβη ο ηλιος τους δεκα αναβαθμους του οικου του πατρος σου αποστρεψω τον ηλιον τους δεκα αναβαθμους και ανεβη ο ηλιος τους δεκα αναβαθμους ους κατεβη η σκια
9
προσευχη εζεκιου βασιλεως της ιουδαιας ηνικα εμαλακισθη και ανεστη εκ της μαλακιας αυτου
10
εγω ειπα εν τω υψει των ημερων μου εν πυλαις αδου καταλειψω τα ετη τα επιλοιπα
11
ειπα ουκετι μη ιδω το σωτηριον του θεου επι της γης ουκετι μη ιδω ανθρωπον
12
εκ της συγγενειας μου κατελιπον το λοιπον της ζωης μου εξηλθεν και απηλθεν απ' εμου ωσπερ ο καταλυων σκηνην πηξας το πνευμα μου παρ' εμοι εγενετο ως ιστος εριθου εγγιζουσης εκτεμειν εν τη ημερα εκεινη παρεδοθην
13
εως πρωι ως λεοντι ουτως τα οστα μου συνετριψεν απο γαρ της ημερας εως της νυκτος παρεδοθην
14
ως χελιδων ουτως φωνησω και ως περιστερα ουτως μελετησω εξελιπον γαρ μου οι οφθαλμοι του βλεπειν εις το υψος του ουρανου προς τον κυριον ος εξειλατο με
15
και αφειλατο μου την οδυνην της ψυχης
16
κυριε περι αυτης γαρ ανηγγελη σοι και εξηγειρας μου την πνοην και παρακληθεις εζησα
17
ειλου γαρ μου την ψυχην ινα μη αποληται και απερριψας οπισω μου πασας τας αμαρτιας μου
18
ου γαρ οι εν αδου αινεσουσιν σε ουδε οι αποθανοντες ευλογησουσιν σε ουδε ελπιουσιν οι εν αδου την ελεημοσυνην σου
19
οι ζωντως ευλογησουσιν σε ον τροπον καγω απο γαρ της σημερον παιδια ποιησω α αναγγελουσιν την δικαιοσυνην σου
20
κυριε της σωτηριας μου και ου παυσομαι ευλογων σε μετα ψαλτηριου πασας τας ημερας της ζωης μου κατεναντι του οικου του θεου
21
και ειπεν ησαιας προς εζεκιαν λαβε παλαθην εκ συκων και τριψον και καταπλασαι και υγιης εση
22
και ειπεν εζεκιας τουτο το σημειον οτι αναβησομαι εις τον οικον κυριου του θεου