1
εν τω καιρω εκεινω απεστειλεν μαρωδαχ υιος του λααδαν ο βασιλευς της βαβυλωνιας επιστολας και πρεσβεις και δωρα εζεκια ηκουσεν γαρ οτι εμαλακισθη εως θανατου και ανεστη
2
και εχαρη επ' αυτοις εζεκιας χαραν μεγαλην και εδειξεν αυτοις τον οικον του νεχωθα και της στακτης και των θυμιαματων και του μυρου και του αργυριου και του χρυσιου και παντας τους οικους των σκευων της γαζης και παντα οσα ην εν τοις θησαυροις αυτου και ουκ ην ουθεν ο ουκ εδειξεν εζεκιας εν τω οικω αυτου
3
και ηλθεν ησαιας ο προφητης προς τον βασιλεα εζεκιαν και ειπεν προς αυτον τι λεγουσιν οι ανθρωποι ουτοι και ποθεν ηκασιν προς σε και ειπεν εζεκιας εκ γης πορρωθεν ηκασιν προς με εκ βαβυλωνος
4
και ειπεν ησαιας τι ειδοσαν εν τω οικω σου και ειπεν εζεκιας παντα τα εν τω οικω μου ειδοσαν και ουκ εστιν εν τω οικω μου ο ουκ ειδοσαν αλλα και τα εν τοις θησαυροις μου
5
και ειπεν αυτω ησαιας ακουσον τον λογον κυριου σαβαωθ
6
ιδου ημεραι ερχονται λεγει κυριος και λημψονται παντα τα εν τω οικω σου και οσα συνηγαγον οι πατερες σου εως της ημερας ταυτης εις βαβυλωνα ηξει και ουδεν ου μη καταλιπωσιν ειπεν δε ο θεος
7
οτι και απο των τεκνων σου ων εγεννησας λημψονται και ποιησουσιν σπαδοντας εν τω οικω του βασιλεως των βαβυλωνιων
8
και ειπεν εζεκιας προς ησαιαν αγαθος ο λογος κυριου ον ελαλησεν γενεσθω δη ειρηνη και δικαιοσυνη εν ταις ημεραις μου