1
και επιλημψονται επτα γυναικες ανθρωπου ενος λεγουσαι τον αρτον ημων φαγομεθα και τα ιματια ημων περιβαλουμεθα πλην το ονομα το σον κεκλησθω εφ' ημας αφελε τον ονειδισμον ημων
2
τη δε ημερα εκεινη επιλαμψει ο θεος εν βουλη μετα δοξης επι της γης του υψωσαι και δοξασαι το καταλειφθεν του ισραηλ
3
και εσται το υπολειφθεν εν σιων και το καταλειφθεν εν ιερουσαλημ αγιοι κληθησονται παντες οι γραφεντες εις ζωην εν ιερουσαλημ
4
οτι εκπλυνει κυριος τον ρυπον των υιων και των θυγατερων σιων και το αιμα εκκαθαριει εκ μεσου αυτων εν πνευματι κρισεως και πνευματι καυσεως
5
και ηξει και εσται πας τοπος του ορους σιων και παντα τα περικυκλω αυτης σκιασει νεφελη ημερας και ως καπνου και ως φωτος πυρος καιομενου νυκτος παση τη δοξη σκεπασθησεται
6
και εσται εις σκιαν απο καυματος και εν σκεπη και εν αποκρυφω απο σκληροτητος και υετου