1
παρακαλειτε παρακαλειτε τον λαον μου λεγει ο θεος
2
ιερεις λαλησατε εις την καρδιαν ιερουσαλημ παρακαλεσατε αυτην οτι επλησθη η ταπεινωσις αυτης λελυται αυτης η αμαρτια οτι εδεξατο εκ χειρος κυριου διπλα τα αμαρτηματα αυτης
3
φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους του θεου ημων
4
πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται παντα τα σκολια εις ευθειαν και η τραχεια εις πεδια
5
και οφθησεται η δοξα κυριου και οψεται πασα σαρξ το σωτηριον του θεου οτι κυριος ελαλησεν
6
φωνη λεγοντος βοησον και ειπα τι βοησω πασα σαρξ χορτος και πασα δοξα ανθρωπου ως ανθος χορτου
7
εξηρανθη ο χορτος και το ανθος εξεπεσεν
8
το δε ρημα του θεου ημων μενει εις τον αιωνα
9
επ' ορος υψηλον αναβηθι ο ευαγγελιζομενος σιων υψωσον τη ισχυι την φωνην σου ο ευαγγελιζομενος ιερουσαλημ υψωσατε μη φοβεισθε ειπον ταις πολεσιν ιουδα ιδου ο θεος υμων
10
ιδου κυριος μετα ισχυος ερχεται και ο βραχιων μετα κυριειας ιδου ο μισθος αυτου μετ' αυτου και το εργον εναντιον αυτου
11
ως ποιμην ποιμανει το ποιμνιον αυτου και τω βραχιονι αυτου συναξει αρνας και εν γαστρι εχουσας παρακαλεσει
12
τις εμετρησεν τη χειρι το υδωρ και τον ουρανον σπιθαμη και πασαν την γην δρακι τις εστησεν τα ορη σταθμω και τας ναπας ζυγω
13
τις εγνω νουν κυριου και τις αυτου συμβουλος εγενετο ος συμβιβα αυτον
14
η προς τινα συνεβουλευσατο και συνεβιβασεν αυτον η τις εδειξεν αυτω κρισιν η οδον συνεσεως τις εδειξεν αυτω
15
ει παντα τα εθνη ως σταγων απο καδου και ως ροπη ζυγου ελογισθησαν και ως σιελος λογισθησονται
16
ο δε λιβανος ουχ ικανος εις καυσιν και παντα τα τετραποδα ουχ ικανα εις ολοκαρπωσιν
17
και παντα τα εθνη ως ουδεν εισι και εις ουθεν ελογισθησαν
18
τινι ωμοιωσατε κυριον και τινι ομοιωματι ωμοιωσατε αυτον
19
μη εικονα εποιησεν τεκτων η χρυσοχοος χωνευσας χρυσιον περιεχρυσωσεν αυτον ομοιωμα κατεσκευασεν αυτον
20
ξυλον γαρ ασηπτον εκλεγεται τεκτων και σοφως ζητει πως στησει αυτου εικονα και ινα μη σαλευηται
21
ου γνωσεσθε ουκ ακουσεσθε ουκ ανηγγελη εξ αρχης υμιν ουκ εγνωτε τα θεμελια της γης
22
ο κατεχων τον γυρον της γης και οι ενοικουντες εν αυτη ως ακριδες ο στησας ως καμαραν τον ουρανον και διατεινας ως σκηνην κατοικειν
23
ο διδους αρχοντας εις ουδεν αρχειν την δε γην ως ουδεν εποιησεν
24
ου γαρ μη σπειρωσιν ουδε μη φυτευσωσιν ουδε μη ριζωθη εις την γην η ριζα αυτων επνευσεν επ' αυτους και εξηρανθησαν και καταιγις ως φρυγανα αναλημψεται αυτους
25
νυν ουν τινι με ωμοιωσατε και υψωθησομαι ειπεν ο αγιος
26
αναβλεψατε εις υψος τους οφθαλμους υμων και ιδετε τις κατεδειξεν παντα ταυτα ο εκφερων κατα αριθμον τον κοσμον αυτου παντας επ' ονοματι καλεσει απο πολλης δοξης και εν κρατει ισχυος ουδεν σε ελαθεν
27
μη γαρ ειπης ιακωβ και τι ελαλησας ισραηλ απεκρυβη η οδος μου απο του θεου και ο θεος μου την κρισιν αφειλεν και απεστη
28
και νυν ουκ εγνως ει μη ηκουσας θεος αιωνιος ο θεος ο κατασκευασας τα ακρα της γης ου πεινασει ουδε κοπιασει ουδε εστιν εξευρεσις της φρονησεως αυτου
29
διδους τοις πεινωσιν ισχυν και τοις μη οδυνωμενοις λυπην
30
πεινασουσιν γαρ νεωτεροι και κοπιασουσιν νεανισκοι και εκλεκτοι ανισχυες εσονται
31
οι δε υπομενοντες τον θεον αλλαξουσιν ισχυν πτεροφυησουσιν ως αετοι δραμουνται και ου κοπιασουσιν βαδιουνται και ου πεινασουσιν