1
εγκαινιζεσθε προς με νησοι οι γαρ αρχοντες αλλαξουσιν ισχυν εγγισατωσαν και λαλησατωσαν αμα τοτε κρισιν αναγγειλατωσαν
2
τις εξηγειρεν απο ανατολων δικαιοσυνην εκαλεσεν αυτην κατα ποδας αυτου και πορευσεται δωσει εναντιον εθνων και βασιλεις εκστησει και δωσει εις γην τας μαχαιρας αυτων και ως φρυγανα εξωσμενα τα τοξα αυτων
3
και διωξεται αυτους και διελευσεται εν ειρηνη η οδος των ποδων αυτου
4
τις ενηργησεν και εποιησεν ταυτα εκαλεσεν αυτην ο καλων αυτην απο γενεων αρχης εγω θεος πρωτος και εις τα επερχομενα εγω ειμι
5
ειδοσαν εθνη και εφοβηθησαν τα ακρα της γης ηγγισαν και ηλθοσαν αμα
6
κρινων εκαστος τω πλησιον και τω αδελφω βοηθησαι και ερει
7
ισχυσεν ανηρ τεκτων και χαλκευς τυπτων σφυρη αμα ελαυνων ποτε μεν ερει συμβλημα καλον εστιν ισχυρωσαν αυτα εν ηλοις θησουσιν αυτα και ου κινηθησονται
8
συ δε ισραηλ παις μου ιακωβ ον εξελεξαμην σπερμα αβρααμ ον ηγαπησα
9
ου αντελαβομην απ' ακρων της γης και εκ των σκοπιων αυτης εκαλεσα σε και ειπα σοι παις μου ει εξελεξαμην σε και ουκ εγκατελιπον σε
10
μη φοβου μετα σου γαρ ειμι μη πλανω εγω γαρ ειμι ο θεος σου ο ενισχυσας σε και εβοηθησα σοι και ησφαλισαμην σε τη δεξια τη δικαια μου
11
ιδου αισχυνθησονται και εντραπησονται παντες οι αντικειμενοι σοι εσονται γαρ ως ουκ οντες και απολουνται παντες οι αντιδικοι σου
12
ζητησεις αυτους και ου μη ευρης τους ανθρωπους οι παροινησουσιν εις σε εσονται γαρ ως ουκ οντες και ουκ εσονται οι αντιπολεμουντες σε
13
οτι εγω ο θεος σου ο κρατων της δεξιας σου ο λεγων σοι μη φοβου
14
ιακωβ ολιγοστος ισραηλ εγω εβοηθησα σοι λεγει ο θεος ο λυτρουμενος σε ισραηλ
15
ιδου εποιησα σε ως τροχους αμαξης αλοωντας καινους πριστηροειδεις και αλοησεις ορη και λεπτυνεις βουνους και ως χνουν θησεις
16
και λικμησεις και ανεμος λημψεται αυτους και καταιγις διασπερει αυτους συ δε ευφρανθηση εν τοις αγιοις ισραηλ και αγαλλιασονται
17
οι πτωχοι και οι ενδεεις ζητησουσιν γαρ υδωρ και ουκ εσται η γλωσσα αυτων απο της διψης εξηρανθη εγω κυριος ο θεος εγω επακουσομαι ο θεος ισραηλ και ουκ εγκαταλειψω αυτους
18
αλλα ανοιξω επι των ορεων ποταμους και εν μεσω πεδιων πηγας ποιησω την ερημον εις ελη και την διψωσαν γην εν υδραγωγοις
19
θησω εις την ανυδρον γην κεδρον και πυξον και μυρσινην και κυπαρισσον και λευκην
20
ινα ιδωσιν και γνωσιν και εννοηθωσιν και επιστωνται αμα οτι χειρ κυριου εποιησεν ταυτα παντα και ο αγιος του ισραηλ κατεδειξεν
21
εγγιζει η κρισις υμων λεγει κυριος ο θεος ηγγισαν αι βουλαι υμων λεγει ο βασιλευς ιακωβ
22
εγγισατωσαν και αναγγειλατωσαν υμιν α συμβησεται η τα προτερα τινα ην ειπατε και επιστησομεν τον νουν και γνωσομεθα τι τα εσχατα και τα επερχομενα ειπατε ημιν
23
αναγγειλατε ημιν τα επερχομενα επ' εσχατου και γνωσομεθα οτι θεοι εστε ευ ποιησατε και κακωσατε και θαυμασομεθα και οψομεθα αμα
24
οτι ποθεν εστε υμεις και ποθεν η εργασια υμων εκ γης βδελυγμα εξελεξαντο υμας
25
εγω δε ηγειρα τον απο βορρα και τον αφ' ηλιου ανατολων κληθησονται τω ονοματι μου ερχεσθωσαν αρχοντες και ως πηλος κεραμεως και ως κεραμευς καταπατων τον πηλον ουτως καταπατηθησεσθε
26
τις γαρ αναγγελει τα εξ αρχης ινα γνωμεν και τα εμπροσθεν και ερουμεν οτι αληθη εστιν ουκ εστιν ο προλεγων ουδε ο ακουων υμων τους λογους
27
αρχην σιων δωσω και ιερουσαλημ παρακαλεσω εις οδον
28
απο γαρ των εθνων ιδου ουδεις και απο των ειδωλων αυτων ουκ ην ο αναγγελλων και εαν ερωτησω αυτους ποθεν εστε ου μη αποκριθωσιν μοι
29
εισιν γαρ οι ποιουντες υμας και ματην οι πλανωντες υμας